περὶ μὲν οὖν τῆς ἐπιδικασίας ἐπιδικασίας Reiske: διαδικ-. ἔχοι ἄν τις ψεῦδος προφασίσασθαι πρὸς ὑμᾶς· ἢ γὰρ λαθεῖν σφᾶς σφᾶς Bekker: ἡμᾶς. προσποιήσαιτʼ ἂν οὗτος, ἢ καὶ ψεύδεσθαι αἰτιῷτʼ ἂν ἡμᾶς. τοῦτο μὲν οὖν παρῶμεν· ἐπειδὴ δὲ τῷ Ξενοκλεῖ ἠγγύα ὁ Ἔνδιος τὴν ἀδελφιδῆν σου, ἐπέτρεψας, ὦ Νικόδημε, τὴν ἐκ τῆς ἐγγυητῆς τῷ Πύρρῳ γεγενημένην ὡς ἐξ ἑταίρας ἐκείνῳ οὖσαν ἐγγυᾶσθαι;