ἤδη γάρ τινες νέοι ἄνθρωποι ἐπιθυμήσαντες τοιούτων γυναικῶν, καὶ ἀκρατῶς ἔχοντες αὑτῶν, ἐπείσθησαν ὑπʼ ἀνοίας εἰς αὑτοὺς αὑτοὺς Reiske: αὐτὰς. τοιοῦτόν τι ἐξαμαρτεῖν. πόθεν οὖν ἄν τις σαφέστερον γνοίη περὶ τούτων, ἢ ἔκ τε τῶν μαρτυριῶν τῶν τούτοις μεμαρτυρημένων ἐν τῇ προτέρᾳ δίκῃ καὶ ἐκ τῶν εἰκότων τῶν περὶ αὐτὸ τὸ πρᾶγμα σκεψάμενος;