ἄνδρες δικασταί, ὁ ἀδελφὸς τῆς μητρὸς τῆς ἐμῆς Πύρρος, ἄπαις ὢν γνησίων παίδων, ἐποιήσατο Ἔνδιον τὸν ἀδελφὸν τὸν ἐμὸν ὑὸν ἑαυτῷ· ὃς κληρονόμος ὢν τῶν ἐκείνου ἐπεβίω ἐπεβίω Naber: ἐβίω. πλείω ἔτη ἢ εἴκοσι, καὶ ἐν χρόνῳ τοσούτῳ ἔχοντος ἐκείνου τὸν κλῆρον οὐδεὶς πώποτε προσεποιήσατο οὐδʼ ἠμφισβήτησε τῆς κληρονομίας ἐκείνῳ.