Μαρτυρία ἐκδόντες τοίνυν τὰς ἀδελφάς, ὦ ἄνδρες, καὶ ὄντες αὐτοὶ ἐν ἡλικίᾳ ἐπὶ τὸ στρατεύεσθαι ἐτραπόμεθα, καὶ ἀπεδημήσαμεν μετὰ Ἰφικράτους εἰς Θρᾴκην· ἐκεῖ δὲ δόξαντές του δόξαντές του Bremi: δόξαντες τοῦ. εἶναι ἄξιοι περιποιησάμενοί τι κατεπλεύσαμεν δεῦρο, καὶ καταλαμβάνομεν τῇ πρεσβυτέρᾳ ἀδελφῇ ὄντα δύο παιδία, τὴν δὲ νεωτέραν, ἣν εἶχε Μενεκλῆς, ἄπαιδα. καὶ ἐκεῖνος δευτέρῳ μηνὶ ἢ τρίτῳ, πολλὰ ἐπαινέσας τὴν ἀδελφήν, λόγους ἐποιεῖτο πρὸς ἡμᾶς, καὶ ἔφη τήν τε ἡλικίαν ὑφορᾶσθαι τὴν ἑαυτοῦ καὶ τὴν ἀπαιδίαν· οὔκουν ἔφη δεῖν ἐκείνην τῆς χρηστότητος τῆς ἑαυτῆς τοῦτο ἀπολαῦσαι, ἄπαιδα καταστῆναι συγκαταγηράσασαν αὑτῷ· ἱκανὸς γὰρ ἔφη αὐτὸς ἀτυχῶν εἶναι. [καὶ ἐκ ταύτης τῆς λέξεως δῆλον ὅτι φιλῶν ἀπεβάλετο· οὐδεὶς γὰρ μισῶν τινα ἱκετεύει αὐτῷ.] ἐδεῖτο οὖν ἡμῶν δοῦναι χάριν ταύτην αὑτῷ, ἐκδοῦναι ἄλλῳ αὐτὴν μετὰ τῆς γνώμης τῆς ἑαυτοῦ. καὶ ἡμεῖς ἐκελεύομεν αὐτὸν πείθειν αὐτὴν περὶ τούτων· ὅ τι γὰρ 〈ἂν〉 ἂν add. Dobree. ἐκείνη πεισθῇ, τοῦτʼ ἔφαμεν ποιήσειν.