<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0017.tlg002.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg002.perseus-grc2" n="42"><p>νυνὶ δὲ δεινὸν τὸ πρᾶγμα καὶ αἰσχρὸν εἶναι τῇδε νομίζω, εἰ ἡνίκα μὲν ὁ Μενεκλῆς εἶχέ τι, τότε μὲν ἔδωκα ἐμαυτὸν ὑὸν αὐτῷ ποιήσασθαι, καὶ ἀπὸ τῆς οὐσίας τῆς ἐκείνου, πρὶν πραθῆναι τὸ χωρίον, ἐγυμνασιάρχουν ἐν τῷ δήμῳ καὶ ἐφιλοτιμήθην ὡς ὑὸς ὢν ἐκείνου, καὶ τὰς στρατείας, ὅσαι ἐγένοντο ἐν τῷ χρόνῳ τούτῳ, ἐστράτευμαι ἐν τῇ φυλῇ τῇ ἐκείνου καὶ ἐν τῷ δήμῳ· </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg002.perseus-grc2" n="43"><p>ἐπειδὴ δὲ ἐκεῖνος ἐτελεύτησεν, εἰ προδώσω καὶ ἐξερημώσας αὐτοῦ τὸν οἶκον ἀπιὼν οἰχήσομαι, πῶς οὐκ ἂν δεινὸν τὸ πρᾶγμα εἶναι καὶ καταγέλαστον δοκοίη, καὶ τοῖς βουλομένοις περὶ ἐμοῦ βλασφημεῖν πολλὴν ἐξουσίαν παράσχοι<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">παράσχοι</foreign>Buermann: <foreign xml:lang="grc">παράσχομαι.</foreign></note> ; καὶ οὐ μόνον ταῦτʼ ἐστὶ τὰ ποιοῦντά με ἀγωνίζεσθαι τὸν ἀγῶνα τοῦτον, ἀλλʼ εἰ οὕτω φαῦλος ἄνθρωπος δοκῶ εἶναι καὶ μηδενὸς ἄξιος, ὥστε ὑπὸ μὲν εὖ φρονοῦντος μηδʼ ὑφʼ ἑνὸς ἂν ποιηθῆναι τῶν φίλων, ὑπὸ δὲ παραφρονοῦντος, ταῦτʼ ἐστὶ τὰ λυποῦντά με. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg002.perseus-grc2" n="44"><p rend="align(indent)">ἐγὼ οὖν δέομαι ὑμῶν πάντων, ὦ ἄνδρες, καὶ ἀντιβολῶ καὶ ἱκετεύω ἐλεῆσαί με καὶ ἀποψηφίσασθαι τοῦ μάρτυρος τουτουί. ἀπέφηνα δʼ ὑμῖν πρῶτον μὲν ποιηθέντα ἐμαυτὸν ὑπὸ τοῦ Μενεκλέους ὡς ἄν τις δικαιότατα ποιηθείη,<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ποιηθείη</foreign>Bekker: <foreign xml:lang="grc">-θῇ.</foreign></note> καὶ οὐ λόγῳ οὐδὲ διαθήκῃ τὴν ποίησιν γεγενημένην, ἀλλʼ ἔργῳ· καὶ τούτων ὑμῖν τούς τε φράτορας καὶ τοὺς δημότας καὶ τοὺς ὀργεῶνας παρεσχόμην μάρτυρας· </p></div></div></body></text></TEI>