<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0017.tlg002.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg002.perseus-grc2" n="35"><p rend="align(center)"><label>Μαρτυρίαι</label></p><p rend="align(indent)">ὁ θεῖος τοίνυν οὑτοσί, ὦ ἄνδρες, κεκληρονομηκὼς τῶν ἐκείνου ἔργῳ καὶ οὐ λόγῳ ὥσπερ ἐγώ, καὶ ἔχων ἐμοῦ πολλῷ πλείονα· ἐγὼ γὰρ τὰς τριακοσίας δραχμὰς ἔλαβον τὰς περιλειφθείσας ἀπὸ τῆς τιμῆς τοῦ χωρίου, καὶ οἰκίδιον ὅ ἐστιν οὐκ ἄξιον τριῶν μνῶν· οὗτος δὲ πλεῖον ἢ δέκα μνῶν χωρίον ἔχων, εἶτα προσέτι νῦν ἥκει τὸν οἶκον αὐτοῦ ἐξερημώσων. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg002.perseus-grc2" n="36"><p>καὶ ἐγὼ μὲν ὁ ποιητὸς ἐκεῖνόν τε ζῶντα ἐθεράπευον, καὶ αὐτὸς καὶ ἐμὴ γυνή, θυγάτηρ οὖσα τουτουὶ Φιλωνίδου, καὶ τῷ ἐμῷ παιδίῳ ἐθέμην τὸ ὄνομα τὸ ἐκείνου, ἵνα μὴ ἀνώνυμος ὁ οἶκος αὐτοῦ γένηται, καὶ τελευτήσαντα ἔθαψα ἀξίως ἐκείνου τε καὶ ἐμαυτοῦ, καὶ ἐπίθημα καλὸν ἐπέθηκα, καὶ τὰ ἔνατα καὶ τἆλλα πάντα ἐποίησα τὰ περὶ τὴν ταφὴν ὡς οἷόν τε κάλλιστα, ὥστε τοὺς δημότας ἐπαινεῖν ἅπαντας· </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg002.perseus-grc2" n="37"><p>οὗτος δὲ ὁ συγγενής, ὁ ἐπιτιμῶν αὐτῷ ὅτι ὑὸν ἐποιήσατο, ζῶντος μὲν τὸ χωρίον τὸ περιλειφθὲν αὐτῷ περιείλετο, τελευτήσαντα δʼ αὐτὸν ἄπαιδα καὶ ἀνώνυμον βούλεται καταστῆσαι. τοιοῦτός ἐστιν οὗτος. καὶ ὡς ἔθαψά τʼ ἐγὼ αὐτὸν καὶ τὰ τρίτα καὶ τὰ ἔνατα ἐποίησα καὶ τἆλλα τὰ περὶ τὴν ταφήν, τὰς μαρτυρίας ὑμῖν τῶν εἰδότων ἀναγνώσεται.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg002.perseus-grc2" n="38"><p rend="align(center)"><label>Μαρτυρίαι</label></p><p rend="align(indent)">ὅτι τοίνυν ὁ Μενεκλῆς, ὦ ἄνδρες, ἐποιήσατό με οὐ παρανοῶν οὐδὲ γυναικὶ πειθόμενος, βούλομαι ὑμῖν καὶ αὐτοὺς τούτους μάρτυρας παρασχέσθαι, [καὶ] ἐμοὶ μαρτυροῦντας ἔργῳ καὶ οὐ λόγῳ, ἐξ ὧν ἔπραξαν αὐτοί, ὅτι ἐγὼ τἀληθῆ λέγω. τὰς γὰρ διαλύσεις φαίνονται πρὸς ἐμὲ ποιησάμενοι ἀμφότεροι οὗτοι, καὶ οὐ πρὸς τὸν Μενεκλέα, καὶ ὀμόσαντες ὅρκους 〈ἐμοὶ〉<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἐμοὶ</foreign>add. Bremi.</note> καὶ ἐγὼ τούτοις. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg002.perseus-grc2" n="39"><p>καίτοι εἴ γε μὴ κατὰ τοὺς νόμους ἐγεγένητο ἡ ποίησις, μηδὲ κληρονόμος ἦν ἐγὼ τῶν<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">τῶν</foreign>edd.: <foreign xml:lang="grc">τοῦ.</foreign></note> Μενεκλέους ὑπʼ αὐτῶν τούτων δεδοκιμασμένος, τί ἔδει αὐτοὺς ὀμνύναι ἐμοὶ ἢ παρʼ ἐμοῦ λαμβάνειν ὅρκους; οὐδὲν<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">οὐδὲν</foreign>Tyrwhitt: <foreign xml:lang="grc">οὐδὲ ἓν.</foreign></note> δήπου. οὐκοῦν ὁπότε ἐποίησαν ταῦτα, φαίνονται αὐτοὶ οὗτοι ἐμοὶ μαρτυροῦντες ὅτι κατὰ τοὺς νόμους ἐποιήθην<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἐποιήθην</foreign>Cobet: <foreign xml:lang="grc">-η.</foreign></note> [ἡ ποίησις] καὶ δικαίως εἰμὶ κληρονόμος τῶν Μενεκλέους. </p></div></div></body></text></TEI>