ἐκεῖνοι δʼ εἶπον ἡμῖν, εἰ μὲν μὲν Bekker: μὴ. ἐπιτρέποιμεν αὐτοῖς ὥστε τὰ δίκαια δίκαια διαγνῶναι, οὐκ ἂν ἔφασαν διαιτῆσαι· οὐδὲν γὰρ δεῖσθαι ἀπέχθεσθαι οὐδετέροις ἡμῶν· εἰ δʼ ἐάσομεν αὐτοὺς γνῶναι τὰ συμφέροντα πᾶσιν, ἔφασαν διαιτήσειν. καὶ ἡμεῖς, ἵνα δὴ πραγμάτων ἀπαλλαγῶμεν, ὥς γε δὴ ᾠόμεθα, ὥς γε δὴ ᾠόμεθα Sauppe: ὥστε δηώμεθα, οὕτως ἐπιτρέπομεν. καὶ ἐκεῖνοι ὀμόσαντες ἡμῖν πρὸς τῷ βωμῷ τῷ τῆς Ἀφροδίτης τῆς Κεφαλῆσι Κεφαλῆσι Schoemann: κεφαλαίωσι. τὰ συμφέροντα γνώσεσθαι, διῄτησαν ἡμᾶς ἀποστῆναι ὧν οὗτος ἠμφισβήτησε καὶ δοῦναι δωρεάν· οὐ γὰρ ἔφασαν εἶναι ἄλλην ἀπαλλαγὴν οὐδεμίαν, εἰ μὴ μεταλήψονται οὗτοι τῶν ἐκείνου. ἐκ δὲ τοῦ λοιποῦ χρόνου ἔγνωσαν ἡμᾶς εὖ ποιεῖν ἀλλήλους καὶ λόγῳ καὶ ἔργῳ, καὶ ταῦτα ὀμόσαι ἠνάγκασαν ἡμᾶς ἀμφοτέρους πρὸς τῷ βωμῷ ἦ μὴν ποιήσειν. ποιήσειν Q: ποιεῖν. καὶ ἡμεῖς ὠμόσαμεν εὖ ποιεῖν ἀλλήλους ἐκ τοῦ ἐπιλοίπου χρόνου, κατὰ δύναμιν εἶναι, καὶ λόγῳ καὶ ἔργῳ. καὶ ὡς ὅ τε ὅρκος ἐγένετο, καὶ ἔχουσιν οὗτοι ἃ ἐγνώσθη αὐτοῖς ὑπὸ ὑπὸ Q: ἀπὸ. τῶν οἰκείων τῶν τούτου, εἶτα νυνὶ ταυτὶ τὰ ἀγαθὰ ποιοῦσιν ἡμᾶς, τὸν μὲν τεθνεῶτα ἄπαιδα βουλόμενοι καταστῆσαι, ἐμὲ δʼ ἐκβάλλειν ὑβρίσαντες ἐκ τοῦ οἴκου, τοὺς γνόντας αὐτοὺς ὑμῖν παρέξομαι μάρτυρας, ἐὰν ἐθέλωσιν ἀναβαίνειν (εἰσὶ γὰρ τούτων οἰκεῖοι), εἰ δὲ μή, τοὺς παραγενομένους. καί μοι τὰς μαρτυρίας ἀνάγνωθι ταυτασί· σὺ δʼ ἐπίλαβε ἐπίλαβε Tyrwhitt: ἐπίβαλε. τὸ ὕδωρ. Μαρτυρίαι λαβὲ δή μοι τὰς μαρτυρίας ἐκείνας, ὡς τό τε χωρίον ἑβδομήκοντα μνῶν ἐπράθη, καὶ ὡς ἀπέλαβεν ὁ ὀρφανὸς ἑπτὰ καὶ ἐξήκοντα μνᾶς πραθέντος τοῦ χωρίου.