<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0017.tlg002.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg002.perseus-grc2" n="3"><p rend="align(indent)">ἐπώνυμος γὰρ ὁ Ἀχαρνεύς, ὁ πατὴρ ὁ ἡμέτερος, ὦ ἄνδρες, φίλος ἦν καὶ ἐπιτήδειος Μενεκλεῖ, καὶ ἐχρῆτο οἰκείως<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">οἰκείως</foreign>Bekker: <foreign xml:lang="grc">οἰκείω.</foreign></note> · ἦμεν δὲ αὐτῷ παῖδες τέτταρες ἡμεῖς, δύο μὲν ὑεῖς, δύο δὲ θυγατέρες. τελευτήσαντος δὲ τοῦ πατρὸς ἐκδίδομεν ἡμεῖς τὴν πρεσβυτέραν ἀδελφήν, ἐπειδὴ εἶχεν ὥραν, Λευκολόφῳ, προῖκα ἐπιδόντες εἴκοσι μνᾶς. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg002.perseus-grc2" n="4"><p>καὶ ἀπʼ ἐκείνου τοῦ χρόνου τετάρτῳ ἔτει ἢ πέμπτῳ<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἢ πέμπτῳ</foreign>add. Q.</note> ὕστερον ἥ τε ἀδελφὴ ἡμῖν ἡ νεωτέρα σχεδὸν ἡλικίαν εἶχεν ἀνδρὶ συνοικεῖν, καὶ τῷ Μενεκλεῖ ἡ γυνὴ τελευτᾷ ἣν εἶχε πρότερον. ἐπειδὴ οὖν ἐκείνῃ τὰ νομιζόμενα ἐποίησεν ὁ Μενεκλῆς, ᾔτει τὴν ἀδελφὴν ἡμᾶς, ὑπομιμνήσκων τήν τε φιλίαν τὴν τοῦ πατρὸς καὶ ἑαυτοῦ, καὶ ὡς πρὸς ἡμᾶς αὐτοὺς<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">αὐτοὺς</foreign>Sauppe: <foreign xml:lang="grc">αὐτὸς.</foreign></note> ἦν διακείμενος· </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg002.perseus-grc2" n="5"><p>καὶ ἡμεῖς εἰδότες ὅτι καὶ ὁ πατὴρ οὐδενὶ ἂν ἔδωκεν ἥδιον ἢ ἐκείνῳ, δίδομεν αὐτῷ, οὐκ ἄπροικον, ὡς οὗτος λέγει ἑκάστοτε, ἀλλὰ τὴν ἴσην προῖκα ἐπιδόντες ἥνπερ καὶ τῇ πρεσβυτέρᾳ ἀδελφῇ ἐπέδομεν· καὶ ἐκ τοῦ τρόπου τούτου, πρότερον ὄντες αὐτοῦ φίλοι, κατέστημεν οἰκεῖοι. καὶ ὡς ἔλαβεν εἴκοσι μνᾶς ὁ Μενεκλῆς ἐπὶ τῇ ἀδελφῇ προῖκα, τὴν μαρτυρίαν ταύτην πρῶτον βούλομαι παρασχέσθαι.</p></div></div></body></text></TEI>