<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0017.tlg002.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg002.perseus-grc2" n="24"><p>καὶ τοῖς μὲν ἄλλοις ἅπασιν ἀνθρώποις καὶ Ἕλλησι καὶ βαρβάροις δοκεῖ καλῶς οὗτος ὁ νόμος κεῖσθαι, ὁ περὶ τῆς ποιήσεως, καὶ διὰ τοῦτο χρῶνται πάντες αὐτῷ· ὁ δὲ θεῖος οὑτοσὶ οὐκ αἰσχύνεται τὸν αὑτοῦ ἀδελφὸν ταύτης τῆς ἐξουσίας ἀποστερῶν νῦν, τοῦ ποιήσασθαι, ἧς οὐδὲ τοῖς οὐ γένει προσήκουσιν οὐδεὶς πώποτε ἐφθόνησεν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg002.perseus-grc2" n="25"><p>οἶμαι δὲ κἂν<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">κἂν</foreign>Gebauer: <foreign xml:lang="grc">καὶ.</foreign></note> τοῦτον, εἴ τις ἐρωτήσειεν αὐτὸν τί<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">τί</foreign>Tyrwhitt: <foreign xml:lang="grc">ἢ.</foreign></note> δή ποτʼ ἂν ἐποίησεν εἰς τὴν αὐτὴν τύχην ἐκείνῳ καταστάς, οὐκ ἄλλʼ οὐδὲν εἰπεῖν ἢ ὅτι ἐποιήσατʼ ἂν ὅς τις αὐτὸν ἔμελλε ζῶντα θεραπεύσειν καὶ τελευτήσαντα θάψειν· καὶ δῆλον ὅτι κατὰ τὸν αὐτὸν τοῦτον νόμον ἡ ποίησις ἐγένετʼ ἄν, καθʼ ὅν περ ἡ ἐμή. εἶτα αὐτὸς μὲν εἰ ἦν ἄπαις, ἐποιήσατʼ ἄν· τὸν δὲ Μενεκλέα ποιήσαντα ταὐτὰ τούτῳ παραφρονεῖν φησι καὶ γυναικὶ πειθόμενον ποιήσασθαι. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg002.perseus-grc2" n="26"><p>πῶς οὖν οὐ σχέτλια λέγων φαίνεται; ἐγὼ γὰρ οἶμαι πολλῷ μᾶλλον τοῦτον παραφρονεῖν τῷ τε λόγῳ τούτῳ ᾧ νυνὶ λέγει, καὶ οἷς πολιεῖ.<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ποιεῖ</foreign>Bekker: <foreign xml:lang="grc">ποιεῖται.</foreign></note> τοῖς τε γὰρ νόμοις καὶ 〈τοῖς〉<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">τοῖς</foreign>om. A: <foreign xml:lang="grc">τοῖς γὰρ δικαίοις καὶ τοῖς νόμοις</foreign>Q.</note> δικαίοις καὶ οἷς αὐτὸς ἐποίησεν ἂν τἀναντία λέγων φαίνεται, καὶ οὐκ αἰσχύνεται μὲν αὑτῷ τὸν νόμον τὸν περὶ τῆς ποιήσεως ποιῶν κύριον, τῷ δὲ ἀδελφῷ τὸν αὐτὸν τοῦτον ζητῶν ἄκυρον ποιῆσαι. </p></div></div></body></text></TEI>