<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0017.tlg002.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg002.perseus-grc2" n="21"><p rend="align(indent)">ἡδέως δʼ ἄν μοι δοκῶ<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">δοκῶ</foreign>Orelli: <foreign xml:lang="grc">ποθῶ.</foreign></note> τούτου πυθέσθαι τοῦ φάσκοντος εὖ φρονεῖν, τίνα ποιήσασθαι ἐχρῆν [ἀπὸ] τῶν συγγενῶν; πότερα τὸν ὑὸν τὸν τούτου; ἀλλʼ οὐκ ἂν αὐτῷ ἔδωκεν, ἄπαιδα αὑτὸν καθιστάς· οὐχ οὕτως οὗτός ἐστι φιλοχρήματος. ἀλλὰ τὸν τῆς ἀδελφῆς ἢ τὸν τῆς ἀνεψιᾶς ἢ τὸν τοῦ ἀνεψιοῦ; ἀλλὰ τὴν ἀρχὴν οὐκ ἐγένετο αὐτῷ οὐδεὶς τούτων τῶν συγγενῶν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg002.perseus-grc2" n="22"><p>οὐκοῦν ἐξ ἀνάγκης ἦν αὐτῷ ἄλλον τινὰ ποιήσασθαι μᾶλλον ἢ ἄπαιδα καταγηρᾶν, ὥσπερ οὗτος ἀξιοῖ νυνὶ αὐτόν. ἐγὼ τοίνυν πάντας [ἀνθρώπους] ἂν οἶμαι ὁμολογῆσαι ὑμᾶς ὡς οὐκ ἂν ποιησάμενος ἄλλον οἰκειότερον ἐμοῦ ἐποιήσατʼ<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἐποιήσατʼ</foreign>Dobree: <foreign xml:lang="grc">ποιήσαιτʼ.</foreign></note> ἄν. δειξάτω γὰρ οὗτος ὑμῖν. ἀλλʼ οὐκ ἄν ποτε δύναιτο· ἦν γὰρ οὐδεὶς ἄλλος συγγενὴς αὐτῷ πλὴν τούτων. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg002.perseus-grc2" n="23"><p rend="align(indent)">ἀλλὰ νῦν οὗτος ἐπιτιμῶν αὐτῷ φαίνεται οὐχ ὅτι τὸν ὑὸν οὐκ ἐποιήσατο τὸν αὑτοῦ, ἀλλʼ ὅτι τὸ παράπαν ἐποιήσατο καὶ οὐκ ἐτελεύτησεν ἄπαις. τοῦτʼ ἔστιν ὃ ἐπιτιμᾷ, ἐπίφθονον πρᾶγμα καὶ οὐ δίκαιον ποιῶν· ὄντων γὰρ αὐτῷ παίδων ἐκείνῳ ὄντι ἄπαιδι καὶ ἀτυχοῦντι φαίνεται ἐπιτιμῶν. </p></div></div></body></text></TEI>