<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0017.tlg002.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg002.perseus-grc2" n="20"><p>ἀλλʼ, ὦ ἄνδρες, οὐχ ὑπʼ ἐκείνης πεισθεὶς ἐμὲ ἐποιήσατο ὑόν, ἀλλὰ μάλιστα μὲν ὑπὸ τῆς ἐρημίας [ἐπείσθη], δεύτερον δὲ διὰ τὰς προειρημένας αἰτίας καὶ διὰ τὴν εὔνοιαν τὴν ὑπάρχουσαν πρὸς τὸν πατέρα τὸν ἐμόν, τρίτον δὲ διὰ τὸ μὴ εἶναι συγγενῆ μηδένʼ ἄλλον αὐτῷ, ὁπόθεν ἂν ἐποιήσατο ὑόν. ταῦτα τηνικαῦτα ἐνῆγεν ἐμὲ ποιήσασθαι· ὥστε οὐ παραφρονῶν φαίνεται οὐδὲ τῇ γυναικὶ πεισθείς, εἰ μὴ ἄρα τὴν ἐρημίαν αὐτοῦ καὶ τὴν ἀπαιδίαν οὗτος βούλεται τὸ ὄνομα τοῦτο προσαγορεύειν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg002.perseus-grc2" n="21"><p rend="align(indent)">ἡδέως δʼ ἄν μοι δοκῶ<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">δοκῶ</foreign>Orelli: <foreign xml:lang="grc">ποθῶ.</foreign></note> τούτου πυθέσθαι τοῦ φάσκοντος εὖ φρονεῖν, τίνα ποιήσασθαι ἐχρῆν [ἀπὸ] τῶν συγγενῶν; πότερα τὸν ὑὸν τὸν τούτου; ἀλλʼ οὐκ ἂν αὐτῷ ἔδωκεν, ἄπαιδα αὑτὸν καθιστάς· οὐχ οὕτως οὗτός ἐστι φιλοχρήματος. ἀλλὰ τὸν τῆς ἀδελφῆς ἢ τὸν τῆς ἀνεψιᾶς ἢ τὸν τοῦ ἀνεψιοῦ; ἀλλὰ τὴν ἀρχὴν οὐκ ἐγένετο αὐτῷ οὐδεὶς τούτων τῶν συγγενῶν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg002.perseus-grc2" n="22"><p>οὐκοῦν ἐξ ἀνάγκης ἦν αὐτῷ ἄλλον τινὰ ποιήσασθαι μᾶλλον ἢ ἄπαιδα καταγηρᾶν, ὥσπερ οὗτος ἀξιοῖ νυνὶ αὐτόν. ἐγὼ τοίνυν πάντας [ἀνθρώπους] ἂν οἶμαι ὁμολογῆσαι ὑμᾶς ὡς οὐκ ἂν ποιησάμενος ἄλλον οἰκειότερον ἐμοῦ ἐποιήσατʼ<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἐποιήσατʼ</foreign>Dobree: <foreign xml:lang="grc">ποιήσαιτʼ.</foreign></note> ἄν. δειξάτω γὰρ οὗτος ὑμῖν. ἀλλʼ οὐκ ἄν ποτε δύναιτο· ἦν γὰρ οὐδεὶς ἄλλος συγγενὴς αὐτῷ πλὴν τούτων. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg002.perseus-grc2" n="23"><p rend="align(indent)">ἀλλὰ νῦν οὗτος ἐπιτιμῶν αὐτῷ φαίνεται οὐχ ὅτι τὸν ὑὸν οὐκ ἐποιήσατο τὸν αὑτοῦ, ἀλλʼ ὅτι τὸ παράπαν ἐποιήσατο καὶ οὐκ ἐτελεύτησεν ἄπαις. τοῦτʼ ἔστιν ὃ ἐπιτιμᾷ, ἐπίφθονον πρᾶγμα καὶ οὐ δίκαιον ποιῶν· ὄντων γὰρ αὐτῷ παίδων ἐκείνῳ ὄντι ἄπαιδι καὶ ἀτυχοῦντι φαίνεται ἐπιτιμῶν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg002.perseus-grc2" n="24"><p>καὶ τοῖς μὲν ἄλλοις ἅπασιν ἀνθρώποις καὶ Ἕλλησι καὶ βαρβάροις δοκεῖ καλῶς οὗτος ὁ νόμος κεῖσθαι, ὁ περὶ τῆς ποιήσεως, καὶ διὰ τοῦτο χρῶνται πάντες αὐτῷ· ὁ δὲ θεῖος οὑτοσὶ οὐκ αἰσχύνεται τὸν αὑτοῦ ἀδελφὸν ταύτης τῆς ἐξουσίας ἀποστερῶν νῦν, τοῦ ποιήσασθαι, ἧς οὐδὲ τοῖς οὐ γένει προσήκουσιν οὐδεὶς πώποτε ἐφθόνησεν. </p></div></div></body></text></TEI>