<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0017.tlg002.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg002.perseus-grc2" n="15"><p>καὶ τότε μὲν οὐδὲν ἀντέλεγον αὐτῷ οὗτοι ὡς 〈οὐκ〉<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">οὐκ</foreign>add. Dobree.</note> εὖ φρονοῦντι· καίτοι πολὺ κάλλιον ἦν ζῶντα πείθειν ἐκεῖνον, εἴ τι βούλοιντο, μᾶλλον ἢ τελευτήσαντα ὑβρίζειν καὶ ἐξερημοῦν αὐτοῦ τὸν οἶκον. ἐπεβίω γὰρ ἐκεῖνος μετὰ τὴν ποίησιν οὐκ ἐνιαυτὸν ἕνα ἢ δύο, ἀλλὰ τρία καὶ εἴκοσιν ἔτη· καὶ ἐν τούτῳ τῷ χρόνῳ, τοσούτῳ ὄντι, οὐδὲν ἐκεῖνος μετέγνω τῶν πεπραγμένων ἑαυτῷ, διὰ τὸ παρὰ πάντων ὁμολογεῖσθαι ὅτι ἦν ὀρθῶς βεβουλευμένος. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg002.perseus-grc2" n="16"><p>καὶ ὡς ἀληθῆ λέγω ταῦτα, τῆς μὲν ποιήσεως ὑμῖν<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ὑμῖν</foreign>Tyrwhitt: <foreign xml:lang="grc">ἡμῖν.</foreign></note> τοὺς φράτορας καὶ τοὺς ὀργεῶνας καὶ τοὺς δημότας παρέξομαι μάρτυρας, ὡς δʼ ἐξῆν ποιήσασθαι, τὸν νόμον αὐτὸν ὑμῖν ἀναγνώσεται, καθʼ ὃν ἡ ποίησις ἐγένετο. καί μοι τὰς μαρτυρίας ἀνάγνωθι ταύτας καὶ τὸν νόμον.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg002.perseus-grc2" n="17"><p rend="align(center)"><label>Μαρτυρίαι <space/> Νόμος</label></p><p rend="align(indent)">ὡς μὲν τοίνυν ἐξῆν τῷ Μενεκλεῖ ποιήσασθαι ὑὸν αὑτῷ ὅν τινα ἐβούλετο, ὁ νόμος αὐτὸς δηλοῖ· ὡς δὲ ἐποιήσατο, οἵ τε φράτορες καὶ οἱ δημόται καὶ οἱ ὀργεῶνες ὑμῖν μεμαρτυρήκασιν· ὥστε περιφανῶς ἀποδέδεικται ἡμῖν,<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἡμῖν</foreign>Q: <foreign xml:lang="grc">ὑμῖν.</foreign></note> ὦ ἄνδρες, ὁ μάρτυς τἀληθῆ διαμεμαρτυρηκώς, καὶ οὗτοι πρός γε τὴν ποίησιν αὐτὴν λόγον οὐδʼ ὁντινοῦν δύναιντʼ ἂν ἀντειπεῖν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg002.perseus-grc2" n="18"><p rend="align(indent)">πραχθέντων δὲ τούτων ἐσκόπει ὁ Μενεκλῆς γυναῖκά μοι, καὶ ἔφη με χρῆναι γῆμαι· καὶ ἐγὼ λαμβάνω τὴν τοῦ Φιλωνίδου θυγατέρα. κἀκεῖνός τε τὴν πρόνοιαν εἶχεν ὥσπερ εἰκός ἐστι πατέρα περὶ ὑέος ἔχειν, καὶ ἐγὼ τὸν αὐτὸν τρόπον ὥσπερ γόνῳ ὄντα πατέρα ἐμαυτοῦ ἐθεράπευόν τε καὶ ᾐσχυνόμην, καὶ ἐγὼ καὶ ἡ γυνὴ ἡ ἐμή, ὥστε ἐκεῖνον πρὸς τοὺς δημότας ἐπαινεῖν ἅπαντας. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg002.perseus-grc2" n="19"><p rend="align(indent)">ὅτι δὲ οὐ παρανοῶν οὐδὲ γυναικὶ πειθόμενος ὁ Μενεκλῆς ἐποιήσατο, ἀλλʼ εὖ φρονῶν, ἐνθένδε ἐστὶν ὑμῖν ῥᾴδιον ἐπιγνῶναι. πρῶτον μὲν γὰρ ἡ ἀδελφή, περὶ ἧς οὗτος τὸν<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">τὸν</foreign>edd.: <foreign xml:lang="grc">τὸ.</foreign></note> πλεῖστον τοῦ λόγου πεποίηται, ὡς ἐκείνῃ πεισθεὶς ἐμὲ ἐποιήσατο, πολλῷ πρότερον ἦν ἐκδεδομένη ἢ<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἢ</foreign>Q: <foreign xml:lang="grc">πρινὴ.</foreign></note> τὴν ποίησιν γενέσθαι, ὥστʼ εἴ γʼ ἐκείνῃ πεισθεὶς τὸν ὑὸν ἐποιεῖτο, τῶν ἐκείνης παίδων τὸν ἕτερον ἐποιήσατʼ ἄν· δύο γάρ εἰσιν αὐτῇ. </p></div></div></body></text></TEI>