κεφάλαιον δὲ τῶν εἰρημένων, ᾧ πάντας ὑμᾶς προσέχειν δεῖ τὸν νοῦν· 〈ἐν〉 ὅσῳ 〈ἐν〉 ὅσῳ Dobree. γὰρ ἂν ταῦτα λέγοντες ἀποφαίνωσι καὶ πειρῶνται πείθειν ὑμᾶς ὡς ἐκεῖνος διέθετο ταύτας τὰς διαθήκας καὶ οὐδὲ πώποτε ὕστερον αὐτῷ μετεμέλησε, 〈ἀλλὰ〉 ἀλλὰ add. Blass. καὶ νῦν ἐβούλετο ἡμᾶς μὲν νῦν ἐβούλετο ἡμᾶς μὲν Q: νῦν μὲν ἐβ. ἡμᾶς. μηδὲν τῶν αὑτοῦ λαβεῖν, σφίσι δʼ αὐτοῖς βεβαιῶσαι τὴν δωρεάν, καὶ ταῦτα πάντα λέγοντες καὶ διισχυριζόμενοι μηδέτερον ἀποφαίνωσι ἀποφαίνωσι Schoemann: ἀποφήνωσι. μήθʼ, μήθʼ Bekker: μηδʼ. ὡς ἐγγυτέρω τῷ γένει προσήκουσι μήθʼ ὡς οἰκειότερον ἡμῶν πρὸς Κλεώνυμον διέκειντο, ὑμεῖς ἐνθυμεῖσθε ὅτι ἐκείνου κατηγοροῦσιν, ἀλλʼ οὐχ ὡς δίκαιόν ἐστι τὸ πρᾶγμα διδάσκουσιν ὑμᾶς.