ὥστε διὰ ταῦτα καὶ οἱ νόμοι δεδώκασιν αὐτῷ, καὶ ἡμεῖς οὐδένʼ 〈ἂν〉 οὐδέν 〈ἂν〉 Bekker: οὐδένα. ἄλλον ἠξιώσαμεν ταύτης τῆς δωρεᾶς. οὐ γὰρ δήπου ζῶντες μὲν οὕτως ἂν ἐνεχειρίσαμεν αὐτῷ τὴν οὐσίαν, ὥστε περὶ τῶν ἡμετέρων κυριωτέραν εἶναι τὴν ἐκείνου διάνοιαν τῆς ἡμετέρας αὐτῶν, ἀποθνῄσκοντες δὲ ἄλλους κληρονόμους ἐβουλήθημεν 〈εἶναι〉 αὐτῶν μᾶλλον ἢ τὸν πάντων οἰκειότατον. ὥσθʼ ἡμᾶς μὲν ἐν ἀμφοτέροις, ὦ ἄνδρες, ἄνδρες Baiter-Sauppe: Ἀθηναῖοι. καὶ ἐν τῷ δοῦναι καὶ ἐν τῷ λαβεῖν οἰκείους ὄντας εὑρήσετε, τούτους δὲ νῦν μὲν ἀναισχυντοῦντας καὶ τὴν οἰκειότητα καὶ τὴν ἀγχιστείαν λέγοντας, ὅτι λήψεσθαί τι προσδοκῶσιν· ἐν δὲ τῷ δοῦναι πολλοὺς ἂν καὶ συγγενεῖς καὶ φίλους ἐκείνου προείλοντο οἰκειοτέρους.