εἰ μὲν τοίνυν Φερένικος ἢ τῶν ἀδελφῶν τις ἐτελεύτησεν, οἱ παῖδες οἱ τούτων, οὐκ ἐκεῖνος ἐγίγνετο κύριος τῶν καταλειφθέντων· ἡμῶν δὲ τοιαύτῃ τύχῃ χρησαμένων Κλεώνυμος ἁπάντων ἐγίγνετο κληρονόμος. οὔτε γὰρ παῖδες ἡμῖν ἦσαν οὔτʼ ἄλλοι συγγενεῖς, ἀλλʼ ἐκεῖνος καὶ γένει προσήκων ἐγγυτάτω καὶ τῇ χρείᾳ πάντων ἦν οἰκειότατος· ὥστε διὰ ταῦτα καὶ οἱ νόμοι δεδώκασιν αὐτῷ, καὶ ἡμεῖς οὐδένʼ 〈ἂν〉 οὐδέν 〈ἂν〉 Bekker: οὐδένα. ἄλλον ἠξιώσαμεν ταύτης τῆς δωρεᾶς. οὐ γὰρ δήπου ζῶντες μὲν οὕτως ἂν ἐνεχειρίσαμεν αὐτῷ τὴν οὐσίαν, ὥστε περὶ τῶν ἡμετέρων κυριωτέραν εἶναι τὴν ἐκείνου διάνοιαν τῆς ἡμετέρας αὐτῶν, ἀποθνῄσκοντες δὲ ἄλλους κληρονόμους ἐβουλήθημεν 〈εἶναι〉 αὐτῶν μᾶλλον ἢ τὸν πάντων οἰκειότατον. ὥσθʼ ἡμᾶς μὲν ἐν ἀμφοτέροις, ὦ ἄνδρες, ἄνδρες Baiter-Sauppe: Ἀθηναῖοι. καὶ ἐν τῷ δοῦναι καὶ ἐν τῷ λαβεῖν οἰκείους ὄντας εὑρήσετε, τούτους δὲ νῦν μὲν ἀναισχυντοῦντας καὶ τὴν οἰκειότητα καὶ τὴν ἀγχιστείαν λέγοντας, ὅτι λήψεσθαί τι προσδοκῶσιν· ἐν δὲ τῷ δοῦναι πολλοὺς ἂν καὶ συγγενεῖς καὶ φίλους ἐκείνου προείλοντο οἰκειοτέρους. κεφάλαιον δὲ τῶν εἰρημένων, ᾧ πάντας ὑμᾶς προσέχειν δεῖ τὸν νοῦν· 〈ἐν〉 ὅσῳ 〈ἐν〉 ὅσῳ Dobree. γὰρ ἂν ταῦτα λέγοντες ἀποφαίνωσι καὶ πειρῶνται πείθειν ὑμᾶς ὡς ἐκεῖνος διέθετο ταύτας τὰς διαθήκας καὶ οὐδὲ πώποτε ὕστερον αὐτῷ μετεμέλησε, 〈ἀλλὰ〉 ἀλλὰ add. Blass. καὶ νῦν ἐβούλετο ἡμᾶς μὲν νῦν ἐβούλετο ἡμᾶς μὲν Q: νῦν μὲν ἐβ. ἡμᾶς. μηδὲν τῶν αὑτοῦ λαβεῖν, σφίσι δʼ αὐτοῖς βεβαιῶσαι τὴν δωρεάν, καὶ ταῦτα πάντα λέγοντες καὶ διισχυριζόμενοι μηδέτερον ἀποφαίνωσι ἀποφαίνωσι Schoemann: ἀποφήνωσι. μήθʼ, μήθʼ Bekker: μηδʼ. ὡς ἐγγυτέρω τῷ γένει προσήκουσι μήθʼ ὡς οἰκειότερον ἡμῶν πρὸς Κλεώνυμον διέκειντο, ὑμεῖς ἐνθυμεῖσθε ὅτι ἐκείνου κατηγοροῦσιν, ἀλλʼ οὐχ ὡς δίκαιόν ἐστι τὸ πρᾶγμα διδάσκουσιν ὑμᾶς.