<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0017.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg001.perseus-grc2" n="40"><p>εἰ δʼ οὐσία κατελείφθη, δίκαιον ἡγήσεσθʼ εἶναι ταύτης ἑτέρους ἡμῶν μᾶλλον κληρονομεῖν; οὐκ ἄρα δίκαια οὐδʼ ὑμῖν αὐτοῖς συμφέροντα οὐδὲ τοῖς νόμοις ὁμολογούμενα ψηφιεῖσθε, εἰ τῶν μὲν συμφορῶν τοὺς ἐγγυτάτω γένει κοινωνεῖν ἀναγκάσετε, χρημάτων δὲ καταλειφθέντων πάντας ἀνθρώπους κυριωτέρους ἢ τούτους ποιήσετε. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg001.perseus-grc2" n="41"><p rend="align(indent)">χρὴ δέ, ὦ ἄνδρες, καὶ διὰ τὴν συγγένειαν καὶ διὰ τὴν τοῦ πράγματος ἀλήθειαν, ὅπερ ποιεῖτε, τοῖς κατὰ γένος ψηφίζεσθαι μᾶλλον ἢ τοῖς κατὰ διαθήκην ἀμφισβητοῦσι. τὴν μὲν γὰρ τοῦ γένους οἰκειότητα πάντες ἐπιστάμενοι τυγχάνετε, καὶ οὐχ οἷόν τε τοῦτʼ ἔστι πρὸς ὑμᾶς ψεύσασθαι· διαθήκας δʼ ἤδη πολλοὶ ψευδεῖς ἀπέφηναν, καὶ οἱ μὲν τὸ παράπαν οὐ γενομένας, ἐνίων δʼ οὐκ ὀρθῶς βεβουλευμένων. </p></div></div></body></text></TEI>