<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0017.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg001.perseus-grc2" n="28"><p>πάντων δʼ ἂν εἴη θαυμασιώτατον, εἰ Κηφίσανδρος μὲν ὁ τούτων οἰκεῖος δίκαιον ἡγεῖτο εἶναι μέρος ἕκαστον ἡμῶν ἔχειν τῆς οὐσίας, Κλεώνυμος δʼ ὃς ἦν ἡμῖν οἰκειότατος<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">οἰκειότατος</foreign>Bekker: <foreign xml:lang="grc">οἰκειότερος.</foreign></note> καὶ ἡμᾶς εἰς τὴν οἰκίαν τὴν αὑτοῦ λαβὼν ἐθεράπευε καὶ ἐπεμελεῖτο τῶν ἡμετέρων ὥσπερ τῶν αὑτοῦ πραγμάτων, οὗτος μόνος ἐβούλετο ἡμᾶς ἀκλήρους εἶναι τῶν αὑτοῦ. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg001.perseus-grc2" n="29"><p>καὶ τίς ἂν ὑμῶν πιστεύσειεν εὐνουστέρους καὶ μετριωτέρους τοὺς ἀντιδίκους ἡμῖν εἶναι τῶν οἰκειοτάτων; κἀκεῖνον μέν, ᾧ καὶ ἀναγκαῖον εὖ ποιεῖν ἡμᾶς καὶ αἰσχρὸν ἡμῶν ἀμελῆσαι, μηδὲν τῶν αὑτοῦ ἡμῖν δοῦναι· τούτους δέ, οἷς οὔτʼ ἀνάγκη ἐστὶν οὔτʼ αἰσχύνην οὐδεμίαν φέρει, τῶν οὐ προσηκόντων, ὥς φασιν, ἡμῖν μεταδιδόναι; ἀλλὰ ταῦτα μέν, ὦ ἄνδρες, πολλὴν ἀπιστίαν ἔχει. </p></div></div></body></text></TEI>