<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0017.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg001.perseus-grc2" n="0"><p rend="align(center)"><label>Ὑπόθεσις</label></p><p rend="align(indent)">ἀδελφιδοῖ Κλεωνύμου τελευτήσαντος ἐπὶ τὸν κλῆρον ἔρχονται κατὰ γένος, τὰς διαθήκας, ἃς παρέχονται εἰς αὑτοὺς<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">αὑτοὺς</foreign>Schoemann: <foreign xml:lang="grc">καὶ τὰς.</foreign></note> οἱ περὶ Φερένικον καὶ Σίμωνα καὶ Ποσείδιππον, γράψαι, ὡς ἀληθὲς ἦν, καὶ θεῖναι παρὰ τοῖς ἄρχουσιν ὁμολογοῦντες Κλεώνυμον κατὰ τὴν πρὸς Δεινίαν τὸν ἐπίτροπον αὐτῶν ὀργήν, ὕστερον δὲ ἐπιχειρήσαντα λῦσαι καὶ μεταπεμψάμενον τὸν ἀστυνόμον ἐξαίφνης 〈ἀποθανεῖν〉<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἀποθανεῖν</foreign>add. Aldus.</note> · καὶ Πολύαρχον δὲ τὸν πάππον αὐτῶν, Κλεωνύμου δὲ πατέρα, προστάξαι, εἴ τι πάσχοι Κλεώνυμος, δοῦναι αὐτοῖς τὰ ὑπάρχοντα. ἡ στάσις ὅρος διπλοῦς κατὰ ἀμφισβήτησιν· οἱ μὲν γὰρ ἄλλοι ταῖς γενομέναις ἐξ ἀρχῆς διαθήκαις διισχυρίζονται, οἱ δέ, λέγοντες. [φησὶν] ὅτι μετεκαλέσατο<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">μετεκαλέσατο</foreign>Q: <foreign xml:lang="grc">-αντο.</foreign></note> τὸν ἄρχοντα, ἵνα λύσῃ αὐτάς, τοῖς<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">τοῖς</foreign>Sauppe: <foreign xml:lang="grc">καὶ.</foreign></note> τελευταῖον παρὰ τοῦ Κλεωνύμου γενομένοις. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg001.perseus-grc2" n="1"><p rend="align(indent)">πολλὴ μὲν ἡ μεταβολή μοι γέγονεν, ὦ ἄνδρες, τελευτήσαντος Κλεωνύμου. ἐκεῖνος γὰρ ζῶν μὲν ἡμῖν κατέλιπε τὴν οὐσίαν, ἀποθανὼν δὲ κινδυνεύειν περὶ αὐτῆς πεποίηκε. καὶ τότε μὲν οὕτως ὑπʼ αὐτοῦ σωφρόνως ἐπαιδευόμεθα, ὥστʼ οὐδʼ ἀκροασόμενοι οὐδέποτʼ ἤλθομεν ἐπὶ δικαστήριον, νῦν δὲ ἀγωνιούμενοι περὶ πάντων ἥκομεν τῶν ὑπαρχόντων· οὐ γὰρ τῶν Κλεωνύμου μόνον ἀμφισβητοῦσιν ἀλλὰ καὶ τῶν πατρῴων, ὀφείλειν ἐπὶ τούτοις 〈ἡμᾶς〉<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἡμᾶς</foreign>add. Buermann.</note> ἐκείνῳ φάσκοντες ἀργύριον. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg001.perseus-grc2" n="2"><p>καὶ οἱ μὲν οἰκεῖοι καὶ οἱ προσήκοντες [ἐπὶ τούτοις] οἱ τούτων ἀξιοῦσιν ἡμᾶς καὶ τῶν ὁμολογουμένων, ὧν Κλεώνυμος κατέλιπεν, αὐτοῖς τούτων ἰσομοιρῆσαι· οὗτοι δὲ εἰς τοῦτο ἥκουσιν ἀναισχυντίας, ὥστε καὶ τὰ πατρῷα προσαφελέσθαι ζητοῦσιν ἡμᾶς, οὐκ ἀγνοοῦντες, ὦ ἄνδρες, τὸ δίκαιον, ἀλλὰ πολλὴν ἡμῶν ἐρημίαν καταγνόντες. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg001.perseus-grc2" n="3"><p rend="align(indent)">σκέψασθε γὰρ οἷς ἑκάτεροι πιστεύοντες ὡς ὑμᾶς εἰσεληλύθαμεν· οὗτοι μὲν διαθήκαις ἰσχυριζόμενοι τοιαύταις, ἃς ἐκεῖνος διέθετο<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">διέθετο</foreign>Scaliger: <foreign xml:lang="grc">δὴ ὑπέθετο.</foreign></note> μὲν οὐχ ἡμῖν ἐγκαλῶν ἀλλʼ ὀργισθεὶς τῶν οἰκείων τινὶ τῶν ἡμετέρων, ἔλυσε δὲ πρὸ τοῦ θανάτου, πέμψας Ποσείδιππον ἐπὶ τὴν ἀρχήν· </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg001.perseus-grc2" n="4"><p>ἡμεῖς δὲ γένει μὲν ἐγγυτάτω προσήκοντες, χρώμενοι δὲ ἐκείνῳ πάντων οἰκειότατα, δεδωκότων δʼ ἡμῖν καὶ τῶν νόμων κατὰ τὴν ἀγχιστείαν καὶ αὐτοῦ τοῦ Κλεωνύμου διὰ τὴν φιλίαν τὴν ὑπάρχουσαν αὐτῷ, ἔτι δὲ Πολυάρχου, τοῦ πατρὸς 〈τοῦ〉<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">τοῦ</foreign>add. Dobree.</note> Κλεωνύμου, πάππου δʼ ἡμετέρου, προστάξαντος, εἴ τι πάθοι Κλεώνυμος ἄπαις, ἡμῖν δοῦναι τὰ αὑτοῦ. </p></div></div></body></text></TEI>