ὁ δὲ Περέννιος ἀποσκευασάμενος πάντας οὓς καὶ ὁ Κόμμοδος ᾐδεῖτο καὶ ὅσοι πατρῴαν αὐτῷ εὔνοιαν ἐπεδείκνυντο τῆς τε ἐκείνου σωτηρίας προμήθειαν εἶχον, ποιησάμενός τε αὑτὸν ἐπ̓ ἐξουσίαν, ἐπεβούλευε τῇ ἀρχῇ, καὶ τοῖς τε υἱοῖς ἑαυτοῦ νεανίαις οὖσιν ἐγχειρίσαι πείθει τὸν Κόμμοδον τὴν πρόνοιαν τῶν Ἰλλυρικῶν στρατευμάτων, αὐτός τε πλεῖστα χρήματα ἤθροιζεν ἐς τὸ ἐπιδόσεσι λαμπραῖς ἀποστῆσαι τὸ στρατιωτικόν. οἱ δὲ παῖδες αὐτοῦ λανθάνοντες συνεκρότουν δύναμιν, ὡς ἂν τοῦ Περεννίου κατεργασαμένου τὸν Κόμμοδον ἐπιθεῖντο τῇ ἀρχῇ. ἐγνώσθη δ̓ ἡ ἐπιβουλὴ παραδόξῳ τρόπῳ. ἱερὸν ἀγῶνα τελοῦσι Ῥωμαῖοι Διὶ Καπετωλίῳ, θεάματά τε σοφίας καὶ ἰσχύος πάντα ἀθροίζεται ὡς ἐς βασιλίδα πόλιν πανηγυρίζουσαν. θεατὴς δὲ καὶ ἀθλοθέτης σὺν τοῖς λοιποῖς ἱερεῦσιν, οὓς ἐκ περιόδων χρόνου ἡ τάξις καλεῖ, ὁ βασιλεὺς γίνεται. κατελθόντος δὴ τοῦ Κομμόδου ἐπὶ τὴν ἀκρόασιν τῶν ἐνδόξων ἀγωνιστῶν, καὶ αὐτοῦ μὲν προκαθίσαντος ἐν τῇ βασιλείῳ ἕδρᾳ, πληρωθέντος δὲ τοῦ θεάτρου μετὰ πάσης εὐκοσμίας, τῶν τε ἐν ἀξιώσεσιν ἐν ἐξαιρέτοις ἕδραις καὶ ὡς ἑκάστοις διετέτακτο ἱδρυμένων, πρίν τι λέγεσθαι ἢ πράττεσθαι ἐπὶ τῆς σκηνῆς ἀνὴρ φιλοσόφου φέρων σχῆμα ʽβάκτρον γὰρ ἦν αὐτῷ μετὰ χεῖρας, ἡμιγύμνῳ τε αὐτῷ ἐκκρεμὴς πήρἀ εἰσδραμών, καὶ στὰς ἐν μέσῃ τῇ σκηνῇ, τῷ τε τῆς χειρὸς νεύματι τὸν δῆμον κατασιγάσας, οὐ πανηγυρίζειν σοι καιρός ἔφη Κόμμοδε νῦν, οὐδὲ θέαις καὶ ἑορταῖς σχολάζειν: ἐπίκειται γάρ σου τοῖς αὐχέσι τὸ τοῦ Περεννίου ξίφος, καὶ εἰ μὴ φυλάξῃ κίνδυνον οὐκ ἐπαιωρούμενον ἀλλ̓ ἤδη παρόντα, λήσεις ἀπολόμενος. αὐτός τε γὰρ ἐνταῦθα δύναμιν ἐπὶ σοὶ καὶ χρήματα ἀθροίζει οἵ τε παῖδες αὐτῷ τὴν Ἰλλυρικὴν στρατιὰν ἀναπείθουσιν. εἰ δὲ μὴ φθάσεις, διαφθείρῃ. ταῦτα εἰπόντος αὐτοῦ, εἴτε ὑπό τινος δαιμονίου τύχης ἐπειχθέντος, εἴτε καὶ τολμήσαντος ἵνα δόξαν ἄρηται πρότερον ἄγνωστος καὶ ἄσημος ὤν, εἴτε ἐλπίσαντος ἀμοιβῆς μεγαλοδώρου τεύξεσθαι παρὰ τοῦ βασιλέως, ἀφασία τὸν Κόμμοδον καταλαμβάνει. καὶ πάντες ὑπώπτευον μὲν τὰ λεχθέντα, πιστεύειν δὲ οὐ προσεποιοῦντο. κελεύει δὲ αὐτὸν συλληφθῆναι ὁ Περέννιος, οἷά τε μεμηνότα καὶ ψευδῆ λέγοντα πυρὶ παραδοθῆναι. ὃ μὲν δὴ ἀκαίρου παρρησίας τοιαύτην ὑπέσχε