πολλὰ καὶ ποικίλα ἤνεγκε καὶ θαύματος ἄξια. τούτων γὰρ οἱ μὲν τὴν ἡλικίαν πρεσβύτεροι διὰ τὴν ἐμπειρίαν τῶν πραγμάτων ἐπιμελέστερον ἑαυτῶν τε καὶ τῶν ὑπηκόων ἦρξαν, οἱ δὲ κομιδῇ νέοι ῥᾳθυμότερον βιώσαντες πολλὰ ἐκαινοτόμησαν: διόπερ εἰκότως ἐν ἡλικίαις τε καὶ ἐξουσίαις διαφόροις οὐχ ὅμοια γέγονε τὰ ἐπιτηδεύματα. ὡς δ̓ ἕκαστα τούτων πέπρακται, κατὰ χρόνους καὶ δυναστείας διηγήσομαι. τῷ βασιλεύοντι Μάρκῳ θυγατέρες μὲν ἐγένοντο πλείους, ἄρρενες δὲ δύο. τῶν δὲ ἀρρένων τούτων ὁ μὲν ἕτερος κομιδῇ νέος τὸν βίον μετήλλαξε ʽ??ʼηρίσσιμος δ̓ ἦν ὄνομα αὐτᾦ, τὸν δὲ περιόντα Κόμμοδόν τε καλούμενον ὁ πατὴρ μετὰ πολλῆς ἐπιμελείας ἀνεθρέψατο, πάντοθεν τοὺς ἐν τοῖς ἔθνεσιν ἐπὶ λόγοις δοκιμωτάτους ἐπὶ συντάξεσιν οὐκ εὐκαταφρονήτοις καλῶν, ὅπως συνόντες ἀεὶ παιδεύοιεν αὐτῷ τὸν υἱόν. τάς τε θυγατέρας ἐν ὥρᾳ γενομένας ἐξέδοτο ἀνδράσι τῆς συγκλήτου βουλῆς τοῖς ἀρίστοις, οὐ τοὺς γένους μακραῖς διαδοχαῖς εὐπατρίδας, οὐδὲ τοὺς πλούτου περιβολαῖς λαμπρούς, κοσμίους δὲ τὸν τρόπον καὶ σώφρονας τὸν βίον γαμβροὺς αὑτῷ γενέσθαι θέλων: ταῦτα γὰρ μόνα ψυχῆς ἴδια καὶ ἀναφαίρετα ἡγεῖτο κτήματα. ἀρετῆς δὲ πάσης ἔμελεν αὐτῷ, λόγων τε ἀρχαιότητος ἦν ἐραστής, ὡς μηδενὸς μήτε Ῥωμαίων μήτε Ἑλλήνων ἀπολείπεσθαι: δηλοὶ δὲ ὅσα καὶ ἐς ἡμᾶς ἦλθεν ἢ λεχθέντα πρὸς αὐτοῦ ἢ γραφέντα. παρεῖχε δὲ καὶ τοῖς ἀρχομένοις ἑαυτὸν ἐπιεικῆ καὶ μέτριον βασιλέα, τούς τε προσιόντας δεξιούμενος, κωλύων τε τοὺς περὶ αὐτὸν δορυφόρους ἀποσοβεῖν τοὺς ἐντυγχάνοντας. μόνος τε βασιλέων φιλοσοφίαν οὐ λόγοις οὐδὲ δογμάτων γνώσεσι, σεμνῷ δ̓ ἤθει καὶ σώφρονι βίῳ ἐπιστώσατο. πολύ τε πλῆθος ἀνδρῶν σοφῶν ἤνεγκε τῶν ἐκείνου καιρῶν ἡ φορά: φιλεῖ γάρ πως ἀεὶ τὸ ὑπήκοον ζήλῳ τῆς τοῦ ἄρχοντος γνώμης βιοῦν.