δεῖ δὲ μηδὲ ταῦτα λαθεῖν ὑμᾶς, ἃ καθʼ αὑτὰ μὲν οὐκ ἔστιν αὐτάρκη κατασχεῖν πράγματα, προστεθέντα δὲ ταῖς δυνάμεσι πολλῷ πάντʼ εὐκατεργαστότερʼ ὑμῖν ποιήσει. τίνʼ οὖν ἐστιν ταῦτα; μήτε πόλει μηδεμιᾷ μήτε τῶν ἐν ἑκάστῃ τῶν πόλεων συνηγωνισμένων τοῖς καθεστηκόσι μηδενὶ μήτε πικραίνεσθαι μήτε μνησικακεῖν. ὁ γὰρ τοιοῦτος φόβος τοὺς συνειδότας αὑτοῖς, ὡς ἀναγκαίοις τοῖς καθεστηκόσι καὶ κίνδυνον ἔχουσι πρόδηλον προθύμους συναγωνιστὰς ποιεῖ· ἀφεθέντες δὲ τοῦ δέους τούτου πάντες ἠπιώτεροι γενήσονται. τοῦτο δʼ οὐ μικρὰν ὠφέλειαν ἔχει. κατὰ μὲν δὴ πόλεις τὰ τοιαῦτʼ εὔηθες προλέγειν, μᾶλλον δʼ οὐδʼ ἐν δυνατῷ· ὡς δʼ ἂν ὑμῖν αὐτοῖς ὀφθῆτε χρώμενοι, τοιαύτην καὶ κατὰ τῶν ἄλλων προσδοκίαν παραστήσεθʼ ἑκάστοις. φημὶ δὴ χρῆναι μήτε στρατηγῷ μήτε ῥήτορι μήτʼ ἰδιώτῃ μηδενὶ τῶν τὰ πρὸ τοῦ γε δοκούντων συνηγωνίσθαι τοῖς καθεστηκόσι μήτε μέμφεσθαι μήτʼ ἐπιτιμᾶν μηδένα μηδὲν ὅλως, ἀλλὰ συγχωρῆσαι πᾶσιν τοῖς ἐν τῇ πόλει πεπολιτεῦσθαι τὰ δέοντα, ἐπειδήπερ οἱ θεοί, καλῶς ποιοῦντες, σῴσαντες τὴν πόλιν ἀποδεδώκασιν ὑμῖν ὅ τι ἂν βούλησθʼ ἐξ ἀρχῆς βουλεύσασθαι, καὶ νομίζειν, ὥσπερ ἂν ἐν πλοίῳ τῶν μὲν ἱστίῳ, τῶν δὲ κώπαις ἀποφαινομένων κομίζεσθαι, λέγεσθαι μὲν ὑπʼ ἀμφοτέρων ἅπαντʼ ἐπὶ σωτηρίᾳ, γεγενῆσθαι δὲ τὴν χρείαν πρὸς τὰ συμβάντʼ ἀπὸ τῶν θεῶν. ἐὰν τοῦτον τὸν τρόπον περὶ τῶν παρεληλυθότων ἐγνωκότες ἦτε, καὶ πιστοὶ πᾶσι γενήσεσθε, καὶ καλῶν κἀγαθῶν ἀνδρῶν ἔργα πράξετε, καὶ τὰ πράγματʼ ὠφελήσετʼ οὐ μικρά, καὶ τοὺς ἐναντιωθέντας ἐν ταῖς πόλεσιν ἢ μεταγνῶναι ποιήσετε πάντας ἢ κομιδῇ ὀλίγους τινὰς αὐτοὺς τοὺς αἰτίους καταλειφθῆναι. μεγαλοψύχως τοίνυν καὶ πολιτικῶς τὰ κοινῇ συμφέροντα πράττετε, καὶ τῶν ἰδίων μὴ μέμνησθε. παρακαλῶ δʼ εἰς ταῦτʼ οὐ τυχὼν αὐτὸς τῆς τοιαύτης φιλανθρωπίας παρʼ ἐνίων, ἀλλʼ ἀδίκως καὶ στασιαστικῶς εἰς τὴν ἑτέρων χάριν προποθείς. ἀλλʼ οὔτε τὴν ἰδίαν ὀργὴν ἀποπληρῶν τὸ κοινῇ συμφέρον οἶμαι δεῖν βλάπτειν, οὔτε μείγνυμι τῆς ἰδίας ἔχθρας εἰς τὰ κοινῇ συμφέροντʼ οὐδέν, ἀλλʼ ἐφʼ ἃ τοὺς ἄλλους παρακαλῶ, ταῦτʼ αὐτὸς οἴομαι δεῖν πρῶτος ποιεῖν.