οὐχὶ ταὐτὰ γιγνώσκειν, ὦ ἄνδρες Ἀθηναῖοι, παρίσταταί μοι, ὅταν τε τὸ τῆς πολιτείας ὄνομʼ ὑμῶν ἀκούσω, καὶ ὅταν τὸν τρόπον ὃν προσφέρονταί τινες ὑμῶν τοῖς ὑπὲρ ταύτης λέγουσιν ἴδω. τὴν μὲν γὰρ πολιτείαν δημοκρατίαν, ὥσπερ ἅπαντες ἴστε, ὀνομάζετε, τῶν δὲ τἀναντία ταύτῃ λεγόντων ἐνίους ἥδιον ἀκούοντας ὁρῶ. ὃ καὶ θαυμάζω τίς ποθʼ ἡ πρόφασις. πότερον προῖκα λέγειν ταῦτʼ αὐτοὺς οἴεσθε; ἀλλʼ οἱ τῶν ὀλιγαρχιῶν, ὑπὲρ ὧν οὗτοι λέγουσιν, κύριοι καὶ πλείω σιωπῆς μᾶλλον ἂν δοῖεν. ἀλλὰ βελτίω ταῦτʼ εἶναι τῶν ἑτέρων ὑπειλήφατε; βελτίων ἄρʼ ὑμῖν ὀλιγαρχία δημοκρατίας φαίνεται. ἀλλʼ αὐτοὺς εἶναι βελτίους ἡγεῖσθε; καὶ τίς ἂν ὑφʼ ὑμῶν χρηστὸς νομίζοιτʼ εἰκότως, ἐναντία τῇ καθεστώσῃ πολιτείᾳ δημηγορῶν; οὐκοῦν λοιπὸν ἁμαρτάνειν ὑμᾶς, ὅταν οὕτως ἔχητε τὴν γνώμην. τοῦτο τοίνυν φυλάττεσθε μὴ πάσχειν, ὦ ἄνδρες Ἀθηναῖοι, ὅπως μή ποτε τοῖς ἐπιβουλεύουσιν λαβὴν δώσετε, εἶτα τότʼ αἰσθήσεσθʼ ἡμαρτηκότες, ἡνίκʼ οὐδʼ ὁτιοῦν ὑμῖν πλέον ἔσται. β τὸ μὲν οὖν , ὦ ἄνδρες Ἀθηναῖοι, μὴ πάνθʼ ὡς ἂν ἡμεῖς βουλοίμεθʼ ἔχειν μήτε παρʼ αὐτοῖς ἡμῖν μήτε παρὰ τοῖς συμμάχοις, ἴσως οὐδέν ἐστι θαυμαστόν· πολλῶν γὰρ τὸ τῆς τύχης αὐτόματον κρατεῖ, καὶ πολλαὶ προφάσεις τοῦ μὴ πάντα κατὰ γνώμην συμβαίνειν ἀνθρώποις οὖσιν. τὸ δὲ μηδʼ ὁτιοῦν μεταλαμβάνειν τὸν δῆμον, ἀλλὰ τοὺς ἀντιπράττοντας περιεῖναι, τοῦτο καὶ θαυμαστόν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ φοβερὸν τοῖς εὖ φρονοῦσιν, ὡς ἐγὼ κρίνω. ἡ μὲν οὖν ἀρχὴ παντός ἐστιν αὕτη μοι τοῦ λόγου.