μηδʼ εἰ τῶν ἐντυγχανόντων κρείττων εἶ, μηδὲν τῶν ἄλλων ζήτει διενεγκεῖν, ἀλλʼ ἡγοῦ κράτιστον μὲν εἶναι τὸ πρωτεύειν ἐν ἅπασιν, τούτου δʼ ὀρεγόμενον ὀφθῆναι μᾶλλον συμφέρειν ἢ προέχοντʼ ἐν τοῖς τυχοῦσιν. καὶ μὴ καταισχύνῃς τὴν φύσιν, μηδὲ ψευσθῆναι ποιήσῃς τῶν ἐλπίδων τοὺς ἐπὶ σοὶ μέγα φρονοῦντας, ἀλλʼ ὑπερβάλλεσθαι πειρῶ τῇ σαυτοῦ δυνάμει τὴν τῶν εὐνουστάτων ἐπιθυμίαν. καὶ νόμιζε τοὺς μὲν ἄλλους λόγους, ὅταν ἐπιεικῶς ἔχωσιν, τοῖς εἰποῦσιν δόξαν περιτιθέναι, τὰς δὲ συμβουλίας τοῖς πεισθεῖσιν ὠφέλειαν καὶ τιμὴν προσάπτειν· καὶ τὰς μὲν περὶ τῶν ἄλλων κρίσεις τὴν αἴσθησιν ἣν ἔχομεν δηλοῦν, τὰς δὲ τῶν ἐπιτηδευμάτων αἱρέσεις τὴν ὅλην φύσιν ἡμῶν δοκιμάζειν. ἐν οἷς ἅμα κρίνων αὐτὸς κριθήσεσθαι προσδόκα παρὰ πᾶσιν, κἀμὲ τὸν οὕτως ἐγκωμιάσαντά σʼ ἑτοίμως ἐν ἀγῶνι γενήσεσθαι τῆς σῆς δοκιμασίας.