μηδὲν δʼ ὑπολάβῃς τοιοῦτον, ὡς ἄρʼ ἐγὼ ταῦτʼ εἴρηκα διδάξειν αὐτὸς ἐπαγγελλόμενός σέ τι τούτων· οὐ γὰρ ἂν αἰσχυνθείην εἰπὼν ὅτι πολλὰ μαθεῖν αὐτὸς ἔτι δέομαι, καὶ μᾶλλον ἀγωνιστὴς προῄρημαι τῶν πολιτικῶν ἢ διδάσκαλος εἶναι τῶν ἄλλων. οὐχ ὡς ἀναινόμενος δὲ ταῦτα διορθοῦμαι τὴν τῶν σοφιστεύειν ἑλομένων δόξαν, ἀλλʼ ὅτι τἀληθὲς τοῦτον ἔχον τυγχάνει τὸν τρόπον· ἐπεὶ σύνοιδά γε πολλοὺς μὲν ἐξ ἀδόξων καὶ ταπεινῶν ἐπιφανεῖς διὰ τῆς πραγματείας ταύτης γεγενημένους, Σόλωνα δὲ καὶ ζῶντα καὶ τελευτήσαντα μεγίστης δόξης ἠξιωμένον· ὃς οὐκ ἀπεληλαμένος τῶν ἄλλων τιμῶν, ἀλλὰ τῆς μὲν ἀνδρείας τὸ πρὸς Μεγαρέας τρόπαιον ὑπόμνημα καταλιπών, τῆς δʼ εὐβουλίας τὴν Σαλαμῖνος κομιδήν,