<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0014.tlg061.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="32"><p>οὓς οὐκ οἶδα πότερον ἐραστὰς ἢ μόνους ὀρθῶς γιγνώσκοντας προσαγορεῦσαι χρή. δοκεῖ γάρ μοι καὶ κατʼ ἀρχὰς ἡ τύχη, τῶν μὲν φαύλων καταφρονοῦσα, τὰς δὲ τῶν σπουδαίων ἀνδρῶν διανοίας ἐρεθίσαι βουληθεῖσα, τὴν σὴν φύσιν οὐ πρὸς ἡδονὴν ἐξαπατηθῆναι καλὴν ποιῆσαι, ἀλλὰ πρὸς ἀρετὴν εὐδαιμονῆσαι χρήσιμον.</p></div><div type="textpart" subtype="section" n="33"><p rend="indent">πολλὰ δʼ ἔχων ἔτι περὶ σοῦ διελθεῖν, αὐτοῦ καταλύσειν μοι δοκῶ τὸν ἔπαινον, δεδιὼς μὴ καθʼ ὑπερβολὴν τῆς ἀνθρωπίνης φύσεως ὑπὲρ σοῦ διαλέγεσθαι δόξω· τοσοῦτον γὰρ ὡς ἔοικεν ἡ τῶν λόγων δύναμις ἔλαττον ἔχει τῆς ὄψεως, ὥστε τοῖς μὲν ὁρατοῖς οὐδεὶς ἀπιστεῖν ἀξιοῖ, τοὺς δὲ τούτων ἐπαίνους οὐδʼ ἂν ἐλλείπωσιν ἀληθεῖς εἶναι νομίζουσιν.</p></div></div></body></text></TEI>