πῶς γὰρ ἄν τις ὑπερβάλοι τῷ λόγῳ τὴν σὴν ὄψιν, ἧς μηδʼ ἃ τέχνῃ πεποίηται τῶν ἔργων τοῖς ἀρίστοις δημιουργοῖς δύναται ὑπερτεῖναι; καὶ θαυμαστὸν οὐδέν· τὰ μὲν γὰρ ἀκίνητον ἔχει τὴν θεωρίαν, ὥστʼ ἄδηλʼ εἶναι τί ποτʼ ἂν ψυχῆς μετασχόντα φανείη, σοῦ δὲ τὸ τῆς γνώμης ἦθος ἐν πᾶσιν οἷς ποιεῖς μεγάλην εὐπρέπειαν ἐπαυξάνει τῷ σώματι. περὶ μὲν οὖν τοῦ κάλλους πολλὰ παραλιπών, τοσαῦτʼ ἐπαινέσαι ἔχω. περὶ δὲ τῆς σωφροσύνης κάλλιστον μὲν τοῦτʼ ἔχοιμʼ ἂν εἰπεῖν, ὅτι τῆς ἡλικίας τῆς τοιαύτης εὐδιαβόλως ἐχούσης, σοὶ μᾶλλον ἐπαινεῖσθαι συμβέβηκεν. οὐ γὰρ μόνον οὐδὲν ἐξαμαρτάνειν, ἀλλὰ καὶ φρονιμώτερον ἢ κατὰ τὴν ὥραν ζῆν προῄρησαι. καὶ τούτου μέγιστον τεκμήριον ἡ πρὸς τοὺς ἀνθρώπους ὁμιλία· πολλῶν γὰρ ἐντυγχανόντων σοι καὶ παντοδαπὰς φύσεις ἐχόντων, ἔτι δὲ προσαγομένων ἁπάντων ἐπὶ τὰς ἑαυτῶν συνηθείας, οὕτω καλῶς προέστης τῶν τοιούτων ὥστε πάντας τὴν πρὸς σὲ φιλίαν ἠγαπηκότας ἔχειν.