<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0014.tlg061.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="14"><p>ὃ καὶ μάλιστʼ ἄν τις θαυμάσειεν· τῶν γὰρ ἄλλων ἐπὶ μὲν τῆς πραότητος ταπεινῶν, ἐπὶ δὲ τῆς σεμνότητος αὐθαδῶν ὑπολαμβανομένων, καὶ διὰ μὲν τὴν ἀνδρείαν θρασυτέρων, διὰ δὲ τὴν ἡσυχίαν ἀβελτέρων εἶναι δοκούντων, τοσαύτας ὑπεναντιώσεις πρὸς ἄλληλα λαβοῦσʼ ἡ τύχη πρὸς τὸ δέον ἅπανθʼ ὁμολογούμενʼ ἀπέδωκεν, ὥσπερ εὐχὴν ἐπιτελοῦσʼ ἢ παράδειγμα τοῖς ἄλλοις ὑποδεῖξαι βουληθεῖσα, ἀλλʼ οὐ θνητήν, ὡς εἴθιστο, φύσιν συνιστᾶσα.</p></div><div type="textpart" subtype="section" n="15"><p>εἰ μὲν οὖν οἷόν τʼ ἦν ἐφικέσθαι τῷ λόγῳ τοῦ κάλλους τοῦ σοῦ, ἢ τοῦτʼ ἦν μόνον τῶν σῶν ἀξιέπαινον, οὐδὲν ἂν παραλιπεῖν ᾠόμεθα δεῖν ἐπαινοῦντες τῶν προσόντων· νῦν δὲ δέδοικα μὴ πρός <add>τε</add> τὰ λοίπʼ ἀπειρηκόσι χρησώμεθα τοῖς ἀκροαταῖς, καὶ περὶ τούτου μάτην τερθρευώμεθα.</p></div></div></body></text></TEI>