τὰ μὲν οὖν εἰς γένος ἀνήκοντα τοιαῦτα διʼ αἰῶνος ὑπάρχει τοῖς τῶνδε τῶν ἀνδρῶν προγόνοις. τὰ δʼ εἰς ἀνδρείαν καὶ τὴν ἄλλην ἀρετὴν πάντα μὲν κατοκνῶ λέγειν, φυλαττόμενος μὴ μῆκος ἄκαιρον ἐπιγένηται τῷ λόγῳ· ἃ δὲ καὶ τοῖς εἰδόσιν χρήσιμʼ ἀναμνησθῆναι καὶ τοῖς ἀπείροις κάλλιστʼ ἀκοῦσαι, καὶ ζῆλον ἔχει πολὺν καὶ μῆκος λόγου ἄλυπον, ταῦτʼ ἐπὶ κεφαλαίων εἰπεῖν πειράσομαι. οἱ γὰρ τῆς κατὰ τὸν παρόντα χρόνον γενεᾶς πρόγονοι, καὶ πατέρες καὶ τούτων ἐπάνω τὰς προσηγορίας ἔχοντες, αἷς ὑπὸ τῶν ἐν γένει γνωρίζονται, ἠδίκησαν μὲν οὐδένα πώποτʼ οὔθʼ Ἕλληνʼ οὔτε βάρβαρον, ἀλλʼ ὑπῆρχεν αὐτοῖς πρὸς ἅπασι τοῖς ἄλλοις καλοῖς κἀγαθοῖς καὶ δικαιοτάτοις εἶναι, ἀμυνόμενοι δὲ πολλὰ καὶ καλὰ διεπράξαντο.