<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0014.tlg060.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="37"><p>λυπηρὸν παισὶν ὀρφανοῖς γεγενῆσθαι πατρός· καλὸν δέ γε κληρονομεῖν πατρῴας εὐδοξίας. καὶ τοῦ μὲν λυπηροῦ τούτου τὸν δαίμονʼ αἴτιον εὑρήσομεν ὄντα, ᾧ φύντας ἀνθρώπους εἴκειν ἀνάγκη, τοῦ δὲ τιμίου καὶ καλοῦ τὴν τῶν ἐθελησάντων καλῶς ἀποθνῄσκειν αἵρεσιν.</p><p rend="indent">ἐγὼ μὲν οὖν οὐχ ὅπως πολλὰ λέξω, τοῦτʼ ἐσκεψάμην, ἀλλʼ ὅπως τἀληθῆ. ὑμεῖς δʼ ἀποδυράμενοι καὶ τὰ προσήκονθʼ ὡς χρὴ καὶ νόμιμα ποιήσαντες ἄπιτε.</p></div></div></body></text></TEI>