<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0014.tlg060.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="36"><p>καὶ γὰρ ἐκείνοις ταῦτʼ ἂν εἴη μάλιστʼ ἐν κόσμῳ καὶ τιμῇ, καὶ πάσῃ τῇ πόλει καὶ τοῖς ζῶσιν ταῦτʼ ἂν ἐνέγκοι πλείστην εὐδοξίαν. χαλεπὸν πατρὶ καὶ μητρὶ παίδων στερηθῆναι καὶ ἐρήμοις εἶναι τῶν οἰκειοτάτων γηροτρόφων· σεμνὸν δέ γʼ ἀγήρως τιμὰς καὶ μνήμην ἀρετῆς δημοσίᾳ κτησαμένους ἐπιδεῖν, καὶ θυσιῶν καὶ ἀγώνων ἠξιωμένους ἀθανάτων.</p></div><div type="textpart" subtype="section" n="37"><p>λυπηρὸν παισὶν ὀρφανοῖς γεγενῆσθαι πατρός· καλὸν δέ γε κληρονομεῖν πατρῴας εὐδοξίας. καὶ τοῦ μὲν λυπηροῦ τούτου τὸν δαίμονʼ αἴτιον εὑρήσομεν ὄντα, ᾧ φύντας ἀνθρώπους εἴκειν ἀνάγκη, τοῦ δὲ τιμίου καὶ καλοῦ τὴν τῶν ἐθελησάντων καλῶς ἀποθνῄσκειν αἵρεσιν.</p><p rend="indent">ἐγὼ μὲν οὖν οὐχ ὅπως πολλὰ λέξω, τοῦτʼ ἐσκεψάμην, ἀλλʼ ὅπως τἀληθῆ. ὑμεῖς δʼ ἀποδυράμενοι καὶ τὰ προσήκονθʼ ὡς χρὴ καὶ νόμιμα ποιήσαντες ἄπιτε.</p></div></div></body></text></TEI>