<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0014.tlg060.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="18"><p>καὶ γὰρ εἴ τις ἐφύετο κοινὸς πᾶσιν κίνδυνος τοῖς Ἕλλησιν, οὗτοι πρῶτοι προείδοντο καὶ πολλάκις εἰς σωτηρίαν ἅπαντας παρεκάλεσαν, ὅπερ γνώμης ἀπόδειξίς ἐστιν εὖ φρονούσης· καὶ τῆς παρὰ τοῖς Ἕλλησιν ἀγνοίας μεμειγμένης κακίᾳ, ὅτʼ ἐνῆν ταῦτα κωλύειν ἀσφαλῶς, τὰ μὲν οὐ προορώσης τὰ δʼ εἰρωνευομένης, ὅμως, ἡνίχʼ ὑπήκουσαν καὶ τὰ δέοντα ποιεῖν ἠθέλησαν, οὐκ ἐμνησικάκησαν, ἀλλὰ προστάντες καὶ παρασχόντες ἅπαντα προθύμως, καὶ σώματα καὶ χρήματα καὶ συμμάχους, εἰς πεῖραν ἦλθον ἀγῶνος, εἰς ὃν οὐδὲ τῆς ψυχῆς ἐφείσαντο.</p></div><div type="textpart" subtype="section" n="19"><p>ἐξ ἀνάγκης δὲ συμβαίνει, ὅταν μάχη γίγνηται, τοῖς μὲν ἡττᾶσθαι, τοῖς δὲ νικᾶν· οὐκ ἂν ὀκνήσαιμι δʼ εἰπεῖν ὅτι μοι δοκοῦσιν οἱ τελευτῶντες ἑκατέρων ἐν τάξει τῆς μὲν ἥττης οὐ μετέχειν, νικᾶν δʼ ὁμοίως ἀμφότεροι. τὸ μὲν γὰρ κρατεῖν ἐν τοῖς ζῶσιν, ὡς ἂν ὁ δαίμων παραδῷ, κρίνεται· ὃ δʼ εἰς τοῦθʼ ἕκαστον ἔδει παρασχέσθαι, πᾶς ὁ μένων <del>ἐν τάξει</del> πεποίηκεν. εἰ δὲ θνητὸς ὢν τὴν εἱμαρμένην ἔσχεν, τῇ τύχῃ πέπονθε τὸ συμβαῖνον, οὐχὶ τὴν ψυχὴν ἥττηται τῶν ἐναντίων.</p></div></div></body></text></TEI>