<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0014.tlg058.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="46"><p>πότερον ἐγράψατο ἂν παρανόμων τὸν ταῦτʼ εἰπόντα, ἢ οὔ; εἰ μὲν γὰρ μή <del>φήσει ἂν γράψασθαι</del>, πῶς χρὴ πιστεύειν αὐτῷ λέγοντι, ὡς φυλάττει τοὺς παράνομα γράφοντας; εἰ δʼ ἐγράψατʼ ἄν, πῶς οὐ δεινόν ἐστιν ἑτέρου μὲν γράψαντος κωλύειν ἂν τέλος ἔχειν τὸ ψήφισμα, ἵνα μὴ πάντες τοῦτο ποιῶσι, καὶ γραφὴν ἀπενεγκόντα παραγραψάμενον σαφῶς τοὺς νόμους κωλύειν τὸ πρᾶγμα, </p></div><div type="textpart" subtype="section" n="47"><p>νυνὶ δὲ αὐτὸν τοῦτον, μήτε πείσαντα τὸν δῆμον μήτε κοινὸν καταστήσαντα τὸ πρᾶγμα, γράφεσθαι τῶν νόμων αὐτῷ ἀπαγορευόντων (καὶ δεινὰ φήσει αὐτίκα δὴ μάλα πάσχειν, εἰ μὴ ταῦτʼ ἐξέσται ποιεῖν αὐτῷ, καὶ διέξεισι τὰς ἐκ τῶν νόμων ζημίας, αἷς ἔνοχος ἐὰν ἁλῷ γενήσεται) τῶν δὲ νόμων μὴ φροντίζειν, ἀλλʼ ἀξιοῦν αὑτῷ τηλικαύτην δωρεὰν δεδόσθαι παρʼ ὑμῶν, ὅσην οὐδʼ αἰτῆσαι τετόλμηκεν οὐδείς; </p></div><div type="textpart" subtype="section" n="48"><p rend="indent">ὅτι μὲν οὖν περὶ τῆς ἐνδείξεως οὐδὲν ἕξει δίκαιον λέγειν οὔτε Θεοκρίνης οὔτε τῶν ὑπὲρ τούτου λεγόντων οὐδείς, σχεδὸν εἰδέναι πάντας ὑμᾶς νομίζω. οἶμαι δʼ αὐτοὺς ἐπιχειρήσειν λέγειν, ὡς οὐδʼ εἰσὶν ἐνδείξεις τούτων ὅσοι μὴ ἐν ἀκροπόλει ἐγγεγραμμένοι εἰσίν, οὐδʼ ἐστὶ δίκαιον τούτους ὑπολαμβάνειν ὀφείλειν ὧν οὐδεὶς παρέδωκε τοῖς πράκτορσι τὰ ὀνόματα, </p></div><div type="textpart" subtype="section" n="49"><p>ὥσπερ ὑμᾶς ἀγνοήσοντας τὸν νόμον, ὃς ὀφείλειν κελεύει ἀπʼ ἐκείνης τῆς ἡμέρας, ἀφʼ ἧς ἂν ὄφλῃ ἢ παραβῇ τὸν νόμον ἢ τὸ ψήφισμα, ἢ οὐ πᾶσι δῆλον <add>ὂν</add> ὅτι πολλαχῶς καὶ ὀφείλουσι τῷ δημοσίῳ καὶ ἐκτίνουσιν οἱ βουλόμενοι τοῖς νόμοις πείθεσθαι, καὶ τοῦτο ἐξ αὐτοῦ τοῦ νόμου δῆλον. καί μοι πάλιν λαβὲ τὸν νόμον τοῦτον.</p><p rend="center"><label>ΝΟΜΟΣ.</label></p><p rend="indent">ἀκούεις, ὦ μιαρὸν σὺ θηρίον, ὅ τι κελεύει; <q>ἀφʼ ἧς ἂν ὄφλῃ ἢ τὸν νόμον παραβῇ.</q></p></div><div type="textpart" subtype="section" n="50"><p rend="indent">ἀκούω τοίνυν αὐτοὺς κἀκεῖνον ὑμῖν μέλλειν δεικνύναι τὸν νόμον, ὃς ἀπαλείφειν κελεύει τοῖς ἐγγεγραμμένοις ἀπὸ τοῦ ὀφλήματος καθʼ ὅ τι ἂν ἐκτίνῃ, καὶ ἐρήσεσθαι πῶς ἀπὸ τοῦ μηδʼ ἐγγεγραμμένου ἀπαλείψουσιν, ὥσπερ οὐ περὶ μὲν τῶν ἐγγεγραμμένων τοῦτον κείμενον, περὶ δὲ τῶν μὴ ἐγγεγραμμένων ὀφειλόντων δʼ ἐκεῖνον, ὃς κελεύει ἀπʼ ἐκείνης ὀφείλειν τῆς ἡμέρας, ἀφʼ ἧς ἂν ὄφλῃ ἢ παραβῇ τὸν νόμον ἢ τὸ ψήφισμα.</p></div></div></body></text></TEI>