λέγων ὡς, ἐὰν ἐπανέλθῃ εἰς τὸν πατρῷον οἶκον ὁ παῖς, ἀπολωλεκὼς ἔσται τὴν οὐσίαν ἅπασαν ἣν Αἰσχύλος ὁ ποιησάμενος αὐτὸν υἱὸν ἔδωκεν αὐτῷ, ψευδόμενος· οὐδενὶ γὰρ πώποτε, ὦ ἄνδρες δικασταί, τοῦτο τῶν εἰσποιηθέντων συνέβη. καὶ τούτων πάντων αἴτιον ἔφη Πολύευκτον γεγενῆσθαι τὸν ἔχοντα τὴν μητέρα τοῦ παιδός, βουλόμενον ἔχειν αὐτὸν τὴν τοῦ παιδὸς οὐσίαν. ὀργισθέντων δὲ τῶν δικαστῶν ἐπὶ τοῖς λεγομένοις, καὶ νομισάντων αὐτὸ μὲν τὸ ψήφισμα καὶ τὴν δωρεὰν κατὰ τοὺς νόμους εἶναι, τῷ δὲ ὄντι τὸν παῖδα μέλλειν ἀποστερεῖσθαι τῶν χρημάτων, τῷ μὲν πατρὶ δέκα ταλάντων ἐτίμησαν ὡς μετὰ Πολυεύκτου ταῦτα πράττοντι, τούτῳ δʼ ἐπίστευσαν ὡς δὴ βοηθήσαντι τῷ παιδί. καὶ τὰ μὲν ἐπὶ τοῦ δικαστηρίου γενόμενα τοιαῦτα καὶ παραπλήσια τούτοις ἦν· ὡς δʼ ὁ χρηστὸς οὗτος ὠργισμένους ᾔσθετο τοὺς ἀνθρώπους καὶ πεπιστευμένον αὑτὸν ὡς οὐ παντάπασιν ἀνόσιον ὄντα, προσκαλεσάμενος τὸν Πολύευκτον ἀποφέρει γραφὴν κατʼ αὐτοῦ κακώσεως πρὸς τὸν ἄρχοντα καὶ δίδωσι τὴν λῆξιν Μνησαρχίδῃ τῷ παρέδρῳ· λαβὼν δὲ διακοσίας δραχμὰς παρὰ τοῦ Πολυεύκτου, καὶ τὰ δεινὰ ταῦτʼ ἀποδόμενος μικροῦ λήμματος ἐφʼ οἷς τῷ πατρὶ ἐτιμήσατο δέκα ταλάντων, ἀπηλλάγη καὶ τὴν γραφὴν ἀνείλετο προδοὺς τὸν ὀρφανόν. καί μοι κάλει τούτων τοὺς μάρτυρας. ΜΑΡΤΥΡΕΣ. εἰ τοίνυν εὔπορος ἦν ὁ πατήρ, ὦ ἄνδρες δικασταί, καὶ δυνατὸς πορίσαι χιλίας δραχμάς, ὅλως ἂν ἀπηλλάγη τῆς γραφῆς τῆς τῶν παρανόμων· τοσοῦτον γὰρ αὐτὸν ᾔτει οὑτοσί. καί μοι κάλει Φιλιππίδην τὸν Παιανιέα, πρὸς ὃν ἔλεγε ταῦτα Θεοκρίνης οὑτοσί, καὶ τοὺς ἄλλους οἳ συνίσασιν τούτῳ ταῦτα λέγοντι. ΜΑΡΤΥΡΕΣ. ὅτι μὲν τοίνυν, ὦ ἄνδρες δικασταί, Θεοκρίνης, εἴ τις αὐτῷ τὰς χιλίας δραχμὰς ἐδίδου, τὴν γραφὴν ἂν ἀνείλετο τὴν κατὰ τοῦ πατρός, ἡγοῦμαι πάντας ὑμᾶς πιστεύειν, καὶ εἰ μηδεὶς ἐμαρτύρησεν. ὅτι δὲ πολλὰς ἑτέρας προσκαλεσάμενος καὶ γραψάμενος καθυφεῖκεν, καὶ μικρὸν ἀργύριον λαμβάνων ἀπαλλάττεται, τοὺς δόντας ὑμῖν αὐτοὺς καλῶ, ἵνα μὴ πιστεύητε αὐτῷ λέγοντι ὡς αὐτὸς φυλάττει τοὺς παράνομα γράφοντας, καὶ ὡς, ὅταν αἱ τῶν παρανόμων γραφαὶ ἀναιρεθῶσιν, ὁ δῆμος καταλύεται· ταῦτα γὰρ οἱ πάντα πωλοῦντες λέγειν εἰθισμένοι εἰσίν. κάλει μοι Ἀριστόμαχον Κριτοδήμου Ἀλωπεκῆθεν. οὗτος γὰρ ἔδωκεν, μᾶλλον δʼ ἐν τῇ τούτου οἰκίᾳ ἐδόθη τρίʼ ἡμίμναια τούτῳ τῷ ἀδωροδοκήτῳ ὑπὲρ τοῦ ψηφίσματος ὃ Ἀντιμέδων ἔγραψε τοῖς Τενεδίοις. ΜΑΡΤΥΡΙΑ. λέγε δὴ καὶ τὰς τῶν ἄλλων ἐφεξῆς τὰς τοιαύτας μαρτυρίας, καὶ τὴν Ὑπερείδου καὶ Δημοσθένους. τοῦτο γάρ ἐστιν ὑπερβολή, τὸ παρʼ ὧν οὐδʼ ἂν εἷς ἀξιώσαι λαβεῖν, τοῦτον παρὰ τούτων ἥδιστα λαμβάνειν πωλοῦντα τὰς γραφάς. ΜΑΡΤΥΡΙΑΙ.