βουλόμενος γὰρ ὁ τὸν νόμον τιθεὶς μήτε τοὺς ἀδικοῦντας τῶν ἐμπόρων ἀθῴους εἶναι, μήτε τοὺς ἄλλους πράγματʼ ἔχειν, ἁπλῶς ἀπεῖπε τοῖς τοιούτοις τῶν ἀνθρώπων μὴ φαίνειν, εἰ μὴ πιστεύει τις αὑτῷ δείξειν ἐν ὑμῖν γεγενημένα περὶ ὧν ποιεῖται τὴν φάσιν· ἐὰν δέ τις παρὰ ταῦτα ποιῇ τῶν συκοφαντούντων, ἔνδειξιν αὐτῶν εἶναι καὶ ἀπαγωγήν. μᾶλλον δὲ λέγε τὸν νόμον αὐτόν· πολὺ γὰρ ἐμοῦ σαφέστερον διδάξει. ΝΟΜΟΣ. ἀκούετε τοῦ νόμου ἃ κελεύει πάσχειν, ὦ ἄνδρες δικασταί, τὸν συκοφάντην. οὐκοῦν εἰ μέν τι πεποιηκότα τούτων ὧν ἔγραψεν ἐν τῇ φάσει Θεοκρίνης πεποιηκέναι τὸν Μίκωνα, καθυφεῖκε τὸ πρᾶγμα καὶ διαλέλυται πρὸς τὸν ἄνθρωπον, ἀδικεῖ πάντας ὑμᾶς καὶ δικαίως ὀφείλει τὰς χιλίας. εἰ δὲ πλεύσαντα αὐτὸν δικαίως οἷ προσῆκεν (ἔστω γὰρ ὁπότερον οὗτος βούλεται) φαίνει καὶ προσκαλεῖται, συκοφαντεῖ τοὺς ναυκλήρους, καὶ τὸν νόμον οὐ μόνον τὸν πρότερον, ἀλλὰ καὶ τὸν ἀρτίως ἀναγνωσθέντα παραβέβηκεν, καὶ καταμεμαρτύρηκεν αὑτοῦ μηδὲν ὑγιὲς μήτε λέγειν μήτε πράττειν. τίς γὰρ ἂν παρεὶς τὸ δικαίως πράττοντα λαβεῖν τὸ μέρος τῶν χρημάτων κατὰ τὸν νόμον, διαλυσάμενος ἐβουλήθη μικρὰ κερδᾶναι καὶ τούτοις ἔνοχον αὑτὸν καταστῆσαι τοῖς νόμοις, ἐξόν, ὅπερ ἀρτίως εἶπον, τὰ ἡμίσεα τῶν φανθέντων λαβεῖν; οὐδʼ ἂν εἷς, ὦ ἄνδρες δικασταί, μὴ οὐ συνειδὼς ἑαυτῷ συκοφαντοῦντι. δύο μὲν τοίνυν οὗτοι νόμοι εἰσὶν οὓς παραβέβηκεν ὁ τοὺς ἄλλους παρανόμων γραφόμενος· ἕτερον δὲ τρίτον, ὃς ὁμοίως κελεύει κατά τε τῶν ὀφειλόντων τῷ δημοσίῳ τὰς ἐνδείξεις τὸν βουλόμενον ποιεῖσθαι τῶν πολιτῶν, καὶ ἐάν τις ὀφείλῃ τῇ Ἀθηνᾷ ἢ τῶν ἄλλων θεῶν ἢ τῶν ἐπωνύμων τῳ. ὃ φανήσεται οὗτος, ὀφείλων καὶ οὐκ ἐκτετεικὼς ἑπτακοσίας δραχμάς, ἃς ὦφλεν ἐν ταῖς εὐθύναις τῷ ἐπωνύμῳ τῆς αὑτοῦ φυλῆς. καί μοι λέγε τοῦτʼ αὐτὸ τοῦ νόμου. ΝΟΜΟΣ. ἐπίσχες. ἀκούεις, οὑτοσί, τί λέγει; ἢ τῶν ἐπωνύμων τῳ . λέγε δὴ τὴν τῶν φυλετῶν μαρτυρίαν. ΜΑΡΤΥΡΙΑ. ταχύ γʼ ἂν οὗτος, ὦ ἄνδρες δικασταί, ἀνθρώπων ὀλίγων φροντίσειεν ἢ τῶν τὸν πλεῖστον τοῦ χρόνου πλεόντων, ὥσπερ ὁ Μίκων, ὅστις τοὺς φυλέτας παρόντας οὔτʼ ἔδεισεν οὔτʼ ᾐσχύνθη, τοῦτο μὲν οὕτως αὐτῶν τὰ κοινὰ διοικήσας ὥστʼ ἐκείνους κλοπὴν αὐτοῦ καταγνῶναι, τοῦτο δὲ ὀφλὼν καὶ τοὺς νόμους ἀκριβῶς εἰδὼς ὅτι κωλύουσιν αὐτὸν γράφεσθαι γραφὰς ἕως ἂν ἐκτείσῃ, βιαζόμενος καὶ νομίζων δεῖν τοὺς μὲν ἄλλους τοὺς ὀφείλοντας μηδενὸς μετέχειν τῶν κοινῶν, αὑτὸν δὲ κρείττω τῶν νόμων εἶναι.