καίτοι εἰ τοῖς ἐξελεγχομένοις ὧν μέν εἰσιν ἀποκρυπτομένοις, ὧν δʼ οὐκ εἰσὶν προσποιουμένοις, δίκαιον ὑπάρχειν παρʼ ὑμῖν τοῦτο σημεῖον ὡς εἰσὶ ξένοι, ἐμοὶ δήπου τοὐναντίον ὡς εἰμὶ πολίτης. οὐ γὰρ ἂν ξένην καὶ ξένον τοὺς ἐμαυτοῦ γονέας ἐπιγραψάμενος μετέχειν ἠξίουν τῆς πόλεως· ἀλλʼ εἴ τι τοιοῦτον συνῄδειν, ἐζήτησʼ ἂν ὧν φήσω γονέων εἶναι. ἀλλʼ οὐ συνῄδειν, διόπερ μένων ἐπὶ τοῖς οὖσιν δικαίως γονεῦσιν ἐμαυτῷ τῆς πόλεως μετέχειν ἀξιῶ. ἔτι τοίνυν ὀρφανὸς κατελείφθην, καὶ φασίν μʼ εὔπορον εἶναι καὶ τῶν μαρτύρων ἐνίους ὠφελουμένους μοι μαρτυρεῖν συγγενεῖς εἶναι. καὶ ἅμα μὲν κατʼ ἐμοῦ λέγουσιν τὰς ἐκ τῆς πενίας ἀδοξίας καὶ περὶ τὸ γένος διαβάλλουσιν, ἅμα δὲ διʼ εὐπορίαν φασὶ πάντα μʼ ὠνεῖσθαι. ὥστε πότερα χρὴ αὐτοῖς πιστεύειν; ἐξῆν δὲ δήπου τούτοις, εἰ νόθος ἢ ξένος ἦν ἐγώ, κληρονόμοις εἶναι τῶν ἐμῶν πάντων. εἶθʼ οὗτοι μικρὰ λαμβάνειν καὶ κινδυνεύειν ἐν ψευδομαρτυρίοις καὶ ἐπιορκεῖν μᾶλλον αἱροῦνται ἢ πάντʼ ἔχειν, καὶ ταῦτʼ ἀσφαλῶς, καὶ μηδεμιᾶς ἐξωλείας ὑπόχους ἑαυτοὺς ποιεῖν; οὐκ ἔστι ταῦτα, ἀλλʼ οἶμαι συγγενεῖς ὄντες τὰ δίκαια ποιοῦσι, βοηθοῦντες αὑτῶν ἑνί. καὶ ταῦτʼ οὐχὶ νῦν πεπεισμένοι ποιοῦσιν, ἀλλὰ παιδίον ὄντα μʼ εὐθέως ἦγον εἰς τοὺς φράτερας, εἰς Ἀπόλλωνος πατρῴου ἦγον , εἰς τἄλλʼ ἱερά. καίτοι οὐ δήπου παῖς ὢν ἐγὼ ταῦτʼ ἔπειθον αὐτοὺς ἀργύριον διδούς. ἀλλὰ μὴν ὁ πατὴρ αὐτὸς ζῶν ὀμόσας τὸν νόμιμον τοῖς φράτερσιν ὅρκον εἰσήγαγέν με, ἀστὸν ἐξ ἀστῆς ἐγγυητῆς αὑτῷ γεγενημένον εἰδώς, καὶ ταῦτα μεμαρτύρηται. εἶτʼ ἐγὼ ξένος; ποῦ μετοίκιον καταθείς; ἢ τίς τῶν ἐμῶν πώποτε; ποῦ πρὸς ἄλλους δημότας ἐλθών, καὶ οὐ δυνηθεὶς ἐκείνους πεῖσαι δεῦρʼ ἐμαυτὸν ἐνέγραψα; ποῦ τί ποιήσας ὧν ὅσοι μὴ καθαρῶς ἦσαν πολῖται πεποιηκότες φαίνονται; οὐδαμοῦ, ἀλλʼ ἁπλῶς, ἐν οἷς ὁ πάππος ὁ τοῦ πατρός, ὁ ἐμός, ὁ πατήρ, ἐνταῦθα καὶ αὐτὸς φαίνομαι δημοτευόμενος. καὶ νῦν πῶς ἄν τις ὑμῖν σαφέστερον ἐπιδείξειεν μετὸν τῆς πόλεως αὑτῷ;