ἐπειδὴ δʼ ἐκλήθη τοὐμὸν ὄνομα, ἀναπηδήσας οὗτος ἐβλασφήμει κατʼ ἐμοῦ ταχὺ καὶ πολλὰ καὶ μεγάλῃ τῇ φωνῇ, ὥσπερ καὶ νῦν, μάρτυρα μὲν ὧν κατηγόρησεν οὐδένα παρασχόμενος οὔτε τῶν δημοτῶν οὔτε τῶν ἄλλων πολιτῶν, παρεκελεύετο δὲ τοῖς δημόταις ἀποψηφίζεσθαι. ἀξιοῦντος δέ μου ἀναβαλέσθαι εἰς τὴν ὑστεραίαν διά τε τὴν ὥραν καὶ τὸ μηδένα μοι παρεῖναι τό τε πρᾶγμʼ ἄφνω προσπεπτωκέναι, ἵνα τούτῳ τʼ ἐξουσία γένοιθʼ ὁπόσα βούλοιτο κατηγορῆσαι καὶ μάρτυρας εἴ τινας ἔχοι παρασχέσθαι, ἐμοί τʼ ἐκγένοιτʼ ἀπολογήσασθαι ἐν ἅπασι τοῖς δημόταις καὶ τοὺς οἰκείους μάρτυρας παρασχέσθαι· καὶ ὅ τι γνοίησαν περὶ ἐμοῦ, τούτοις ἤθελον ἐμμένειν· οὗτος ὧν μὲν ἐγὼ προὐκαλούμην οὐδὲν ἐφρόντισεν, τὴν δὲ ψῆφον εὐθὺς ἐδίδου τοῖς παροῦσι τῶν δημοτῶν, οὔτʼ ἀπολογίαν οὐδεμίαν ἐμοὶ δοὺς οὔτʼ ἔλεγχον οὐδένʼ ἀκριβῆ ποιήσας. οἱ δὲ τούτῳ συνεστῶτες ἀναπηδήσαντες ἐψηφίζοντο. καὶ ἦν μὲν σκότος, οἱ δὲ λαμβάνοντες δύο καὶ τρεῖς ψήφους ἕκαστος παρὰ τούτου ἐνέβαλλον εἰς τὸν καδίσκον. σημεῖον δέ· οἱ μὲν γὰρ ψηφισάμενοι οὐ πλείους ἢ τριάκοντʼ ἦσαν, αἱ δὲ ψῆφοι ἠριθμήθησαν πλείους ἢ ἑξήκοντα, ὥστε πάντας ἡμᾶς ἐκπλαγῆναι. καὶ ταῦθʼ ὡς ἀληθῆ λέγω, καὶ ὅτι οὔτʼ ἐδόθη ἡ ψῆφος ἐν ἅπασιν πλείους τʼ ἐγένοντο τῶν ψηφισαμένων, μάρτυρας ὑμῖν παρέξομαι. συμβαίνει δέ μοι περὶ τούτων τῶν μὲν φίλων ἢ τῶν ἄλλων Ἀθηναίων μηδένα μάρτυρα παρεῖναι διά τε τὴν ὥραν καὶ διὰ τὸ μηδένα παρακαλέσαι, αὐτοῖς δὲ τοῖς ἠδικηκόσιν με χρῆσθαι μάρτυσιν. ἃ οὖν οὐ δυνήσονται ἔξαρνοι γενέσθαι, ταῦτα γέγραφʼ αὐτοῖς. λέγε. ΜΑΡΤΥΡΙΑ. εἰ μὲν τοίνυν, ὦ ἄνδρες δικασταί, συνέβαινεν τοῖς Ἁλιμουσίοις περὶ ἁπάντων τῶν δημοτῶν διαψηφίσασθαι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, εἰκὸς ἦν καὶ εἰς ὀψὲ ψηφίζεσθαι, ἵνʼ ἀπηλλαγμένοι ἦσαν ποιήσαντες τὰ ὑμῖν ἐψηφισμένα. εἰ δὲ πλείους ἢ εἴκοσιν ὑπόλοιποι ἦσαν τῶν δημοτῶν, περὶ ὧν ἔδει τῇ ὑστεραίᾳ διαψηφίσασθαι, καὶ ὁμοίως ἦν ἀνάγκη συλλέγεσθαι τοὺς δημότας, τί ποτʼ ἦν τὸ δυσχερὲς Εὐβουλίδῃ ἀναβαλέσθαι εἰς τὴν ὑστεραίαν καὶ περὶ ἐμοῦ πρώτου τὴν ψῆφον διδόναι τοῖς δημόταις;