ἀλλʼ οὕτως ἀνδρεῖος εἶ, μᾶλλον δὲ ἀναίσχυντος, ὥστʼ ἐκ τῆς συγγραφῆς ὀφείλων ἡμῖν διπλάσια τὰ χρήματα, οὐκ οἴει δεῖν οὐδὲ τοὺς τόκους τοὺς γιγνομένους ἀποδοῦναι, ἀλλὰ τοὺς εἰς Ῥόδον προστάττεις ἀπολαβεῖν, ὥσπερ τὸ σὸν πρόσταγμα τῆς συγγραφῆς δέον κυριώτερον γενέσθαι, καὶ τολμᾷς λέγειν ὡς οὐκ ἐσώθη ἡ ναῦς εἰς τὸν Πειραιᾶ· ἐφʼ ᾧ δικαίως ἂν ἀποθάνοις ὑπὸ τῶν δικαστῶν. διὰ τίνα γὰρ μᾶλλον, ὦ ἄνδρες δικασταί, οὐ σέσῳσται ἡ ναῦς εἰς τὸν Πειραιᾶ; πότερον διʼ ἡμᾶς τοὺς διαρρήδην δανείσαντας εἰς Αἴγυπτον καὶ εἰς Ἀθήνας, ἢ διὰ τοῦτον καὶ τὸν κοινωνὸν αὐτοῦ, οἳ ἐπὶ ταύταις ταῖς ὁμολογίαις δανεισάμενοι, ἐφʼ ᾧ τε καταπλεῖν Ἀθήναζε, εἰς Ῥόδον κατήγαγον τὴν ναῦν; ὅτι δὲ ἑκόντες καὶ οὐκ ἐξ ἀνάγκης ταῦτʼ ἔπραξαν, ἐκ πολλῶν δῆλον. εἰ γὰρ ὡς ἀληθῶς ἀκούσιον τὸ συμβὰν ἐγένετο καὶ ἡ ναῦς ἐρράγη, τὸ μετὰ τοῦτʼ ἐπειδὴ ἐπεσκεύασαν τὴν ναῦν, οὐκ ἂν εἰς ἕτερα δήπου ἐμπόρια ἐμίσθωσαν αὐτήν, ἀλλʼ ὡς ὑμᾶς ἀπέστελλον, ἐπανορθούμενοι τὸ ἀκούσιον σύμπτωμα. νῦν δʼ οὐχ ὅπως ἐπηνωρθώσαντο, ἀλλὰ πρὸς τοῖς ἐξ ἀρχῆς ἀδικήμασι πολλῷ μείζω προσεξημαρτήκασιν, καὶ ὥσπερ ἐπὶ καταγέλωτι ἀντιδικοῦντες εἰσεληλύθασιν, ὡς ἐπʼ αὐτοῖς ἐσόμενον, ἐὰν καταψηφίσησθε αὐτῶν, τὰ ἀρχαῖα μόνον ἀποδοῦναι καὶ τοὺς τόκους. ὑμεῖς οὖν, ὦ ἄνδρες Ἀθηναῖοι, μὴ ἐπιτρέπετε τούτοις οὕτως ἔχουσιν, μηδʼ ἐπὶ δυοῖν ἀγκύραιν ὁρμεῖν αὐτοὺς ἐᾶτε, ὡς, ἐὰν μὲν κατορθώσωσι, τἀλλότρια ἕξοντας, ἐὰν δὲ μὴ δύνωνται ἐξαπατῆσαι ὑμᾶς, αὐτὰ τὰ ὀφειλόμενα ἀποδώσοντας· ἀλλὰ τοῖς ἐπιτιμίοις ζημιοῦτε τοῖς ἐκ τῆς συγγραφῆς. καὶ γὰρ ἂν δεινὸν εἴη, αὐτοὺς μὲν τούτους διπλασίαν καθʼ αὑτῶν τὴν ζημίαν γράψασθαι, ἐάν τι παραβαίνωσι τῶν ἐν τῇ συγγραφῇ, ὑμᾶς δʼ ἠπιωτέρως ἔχειν πρὸς αὐτούς, καὶ ταῦτα οὐχ ἧττον ἡμῶν συνηδικημένους. τὰ μὲν οὖν περὶ τοῦ πράγματος δίκαια βραχέα ἐστὶ καὶ εὐμνημόνευτα. ἐδανείσαμεν Διονυσοδώρῳ τουτῳὶ καὶ τῷ κοινωνῷ αὐτοῦ τρισχιλίας δραχμὰς Ἀθήνηθεν εἰς Αἴγυπτον καὶ ἐξ Αἰγύπτου Ἀθήναζε· οὐκ ἀπειλήφαμεν τὰ χρήματα οὐδὲ τοὺς τόκους, ἀλλʼ ἔχουσι τὰ ἡμέτερα καὶ χρῶνται δεύτερον ἔτος· οὐ κατακεκομίκασιν τὴν ναῦν εἰς τὸ ὑμέτερον ἐμπόριον οὐδέπω καὶ νῦν, οὐδʼ ἡμῖν παρεσχήκασιν ἐμφανῆ· ἡ δὲ συγγραφὴ κελεύει, ἐὰν μὴ παρέχωσιν ἐμφανῆ τὴν ναῦν, ἀποτίνειν αὐτοὺς διπλάσια τὰ χρήματα, τὴν δὲ πρᾶξιν εἶναι καὶ ἐξ ἑνὸς καὶ ἐξ ἀμφοῖν.