μὴ οὖν ἀποδέχεσθε τούτου φενακίζοντος ὑμᾶς καὶ τὰ πρὸς τοὺς ἄλλους δανειστὰς πεπραγμένα παραβάλλοντος, ἀλλʼ ἐπὶ τὴν συγγραφὴν ἀνάγετʼ αὐτὸν καὶ τὰ ἐκ τῆς συγγραφῆς δίκαια. ἔστι γὰρ ἐμοί τε λοιπὸν διδάξαι ὑμᾶς τοῦτο, καὶ οὗτος ἰσχυρίζεται τῷ αὐτῷ τούτῳ, φάσκων τὴν συγγραφὴν κελεύειν σωθείσης τῆς νεὼς ἀποδιδόναι τὸ δάνειον. καὶ ἡμεῖς ταῦτα οὕτω φαμὲν δεῖν ἔχειν. ἡδέως δʼ ἂν πυθοίμην αὐτοῦ σοῦ, πότερον ὡς ὑπὲρ διεφθαρμένης τῆς νεὼς διαλέγει, ἢ ὡς ὑπὲρ σεσῳσμένης. εἰ μὲν γὰρ διέφθαρται ἡ ναῦς καὶ ἀπόλωλεν, τί περὶ τῶν τόκων διαφέρει καὶ ἀξιοῖς ἡμᾶς κομίζεσθαι τοὺς εἰς Ῥόδον τόκους; οὔτε γὰρ τοὺς τόκους οὔτε τἀρχαῖα προσήκει ἡμᾶς ἀπολαβεῖν. εἰ δʼ ἐστὶν ἡ ναῦς σῶς καὶ μὴ διέφθαρται, διὰ τί ἡμῖν οὐκ ἀποδίδως τὰ χρήματα ἃ συνεγράψω; πόθεν οὖν ἀκριβέστατα ἂν μάθοιτε, ἄνδρες Ἀθηναῖοι, ὅτι σέσῳσται ἡ ναῦς; μάλιστα μὲν ἐξ αὐτοῦ τοῦ εἶναι τὴν ναῦν ἐν πλῷ, οὐχ ἧττον δὲ καὶ ἐξ ὧν αὐτοὶ οὗτοι λέγουσιν. ἀξιοῦσιν γὰρ ἡμᾶς τά τε ἀρχαῖα ἀπολαβεῖν καὶ μέρος τι τῶν τόκων, ὡς σεσῳσμένης μὲν τῆς νεώς, οὐ πεπλευκυίας δὲ πάντα τὸν πλοῦν. σκοπεῖτε δέ, ὦ ἄνδρες Ἀθηναῖοι, πότερον ἡμεῖς τοῖς ἐκ τῆς συγγραφῆς δικαίοις χρώμεθα ἢ οὗτοι, οἳ οὔτε εἰς τὸ συγκείμενον ἐμπόριον πεπλεύκασιν, ἀλλʼ εἰς Ῥόδον καὶ Αἴγυπτον, σωθείσης τε τῆς νεὼς καὶ οὐ διεφθαρμένης ἄφεσιν οἴονται δεῖν εὑρίσκεσθαι τῶν τόκων παρασυγγεγραφηκότες, καὶ αὐτοὶ μὲν πολλὰ χρήματα εἰργασμένοι παρὰ τὴν σιτηγίαν τὴν εἰς Ῥόδον, τὰ δʼ ἡμέτερα χρήματα ἔχοντες καὶ καρπούμενοι δεύτερον ἔτος τουτί. καινότατον δʼ ἐστὶ πάντων τὸ γιγνόμενον· τὸ μὲν γὰρ δάνειον τὸ ἀρχαῖον ἀποδιδόασιν ἡμῖν ὡς σεσῳσμένης τῆς νεώς, τοὺς τόκους δʼ ἀποστερῆσαι οἴονται δεῖν ὡς διεφθαρμένης. καίτοι ἡ συγγραφὴ οὐχ ἕτερα μὲν λέγει περὶ τῶν τόκων, ἕτερα δὲ περὶ τοῦ ἀρχαίου δανείσματος;