τότε μὲν τοίνυν παραχρῆμʼ ὑπὸ τῶν πληγῶν ἃς ἔλαβον καὶ τῆς ὕβρεως οὕτω διετέθην, ὡς ἀκούετε καὶ μεμαρτύρηται παρὰ πάντων ὑμῖν τῶν εὐθὺς ἰδόντων. μετὰ δὲ ταῦτα τῶν μὲν οἰδημάτων τῶν ἐν τῷ προσώπῳ καὶ τῶν ἑλκῶν οὐδὲν ἔφη φοβεῖσθαι λίαν ὁ ἰατρός, πυρετοὶ δὲ παρηκολούθουν μοι συνεχεῖς καὶ ἀλγήματα, ὅλου μὲν τοῦ σώματος πάνυ σφοδρὰ καὶ δεινά, μάλιστα δὲ τῶν πλευρῶν καὶ τοῦ ἤτρου, καὶ τῶν σιτίων ἀπεκεκλείμην. καὶ ὡς μὲν ὁ ἰατρὸς ἔφη, εἰ μὴ κάθαρσις αἵματος αὐτομάτη μοι πάνυ πολλὴ συνέβη περιωδύνῳ ὄντι καὶ ἀπορουμένῳ ἤδη, κἂν ἔμπυος γενόμενος διεφθάρην· νῦν δὲ τοῦτʼ ἔσῳσεν τὸ αἷμʼ ἀποχωρῆσαν. ὡς οὖν καὶ ταῦτʼ ἀληθῆ λέγω, καὶ παρηκολούθησέ μοι τοιαύτη νόσος ἐξ ἧς εἰς τοὔσχατον ἦλθον, ἐξ ὧν ὑπὸ τούτων ἔλαβον πληγῶν, λέγε τὴν τοῦ ἰατροῦ μαρτυρίαν καὶ τὴν τῶν ἐπισκοπούντων. ΜΑΡΤΥΡΙΑΙ. ὅτι μὲν τοίνυν οὐ μετρίας τινὰς καὶ φαύλας λαβὼν πληγάς, ἀλλʼ εἰς πᾶν ἐλθὼν διὰ τὴν ὕβριν καὶ τὴν ἀσέλγειαν τὴν τούτων πολὺ τῆς προσηκούσης ἐλάττω δίκην εἴληχα, πολλαχόθεν νομίζω δῆλον ὑμῖν γεγενῆσθαι. οἴομαι δʼ ὑμῶν ἐνίους θαυμάζειν, τί ποτʼ ἐστὶν ἃ πρὸς ταῦτα τολμήσει Κόνων λέγειν. βούλομαι δὴ προειπεῖν ὑμῖν ἁγὼ πέπυσμαι λέγειν αὐτὸν παρεσκευάσθαι, ἀπὸ τῆς ὕβρεως καὶ τῶν πεπραγμένων τὸ πρᾶγμʼ ἄγοντʼ εἰς γέλωτα καὶ σκώμματʼ ἐμβαλεῖν πειράσεσθαι, καὶ ἐρεῖν ὡς εἰσὶν ἐν τῇ πόλει πολλοί, καλῶν κἀγαθῶν ἀνδρῶν υἱεῖς, οἳ παίζοντες οἷʼ ἄνθρωποι νέοι σφίσιν αὐτοῖς ἐπωνυμίας πεποίηνται, καὶ καλοῦσι τοὺς μὲν ἰθυφάλλους, τοὺς δʼ αὐτοληκύθους, ἐρῶσι δʼ ἐκ τούτων ἑταιρῶν τινές, καὶ δὴ καὶ τὸν υἱὸν τὸν ἑαυτοῦ εἶναι τούτων ἕνα, καὶ πολλάκις περὶ ἑταίρας καὶ εἰληφέναι καὶ δεδωκέναι πληγάς, καὶ ταῦτʼ εἶναι νέων ἀνθρώπων. ἡμᾶς δὲ πάντας τοὺς ἀδελφοὺς παροίνους μέν τινας καὶ ὑβριστὰς κατασκευάσει, ἀγνώμονας δὲ καὶ πικρούς. ἐγὼ δʼ, ὦ ἄνδρες δικασταί, χαλεπῶς ἐφʼ οἷς πέπονθα ἐνηνοχώς, οὐχ ἧττον τοῦτʼ ἀγανακτήσαιμʼ ἂν καὶ ὑβρίσθαι νομίσαιμι, εἰ οἷόν τʼ εἰπεῖν, εἰ ταῦτʼ ἀληθῆ δόξει Κόνων οὑτοσὶ λέγειν περὶ ἡμῶν, καὶ τοσαύτη τις ἄγνοια παρʼ ὑμῖν ἐστιν, ὥσθʼ, ὁποῖος ἄν τις ἕκαστος εἶναι φῇ ἢ ὁ πλησίον αὐτὸν αἰτιάσηται, τοιοῦτος νομισθήσεται, τοῦ δὲ καθʼ ἡμέραν βίου καὶ τῶν ἐπιτηδευμάτων μηδʼ ὁτιοῦν ἔσται τοῖς μετρίοις ὄφελος.