ἐν δὲ τῇ ἐμῇ ἀποδημίᾳ ἀποδιδράσκουσιν αὐτὸν οἰκέται τρεῖς ἐξ ἀγροῦ παρὰ τούτου, οἱ μὲν δύο ὧν ἐγὼ ἔδωκα αὐτῷ, ὁ δὲ εἷς ὧν αὐτὸς ἐκτήσατο. διώκων οὖν ἁλίσκεται ὑπὸ τριήρους καὶ κατήχθη εἰς Αἴγιναν, καὶ ἐκεῖ ἐπράθη. ἐπειδὴ δὲ κατέπλευσα ἐγὼ τριηραρχῶν, προσέρχεταί μοι Δείνων ὁ ἀδελφὸς ὁ τούτου, λέγων τήν τε τούτου συμφοράν, αὐτός τε ὅτι διʼ ἀπορίαν ἐφοδίων οὐ πεπορευμένος εἴη ἐπὶ τοῦτον πέμποντος τούτου αὐτῷ ἐπιστολάς, καὶ ἅμα λέγων πρὸς ἐμὲ ὡς ἀκούοι αὐτὸν δεινῶς διακεῖσθαι. ἀκούσας δʼ ἐγὼ ταῦτα καὶ συναχθεσθεὶς ἐπὶ τῇ ἀτυχίᾳ τῇ τούτου, ἀποστέλλω τὸν Δείνωνα τὸν ἀδελφὸν αὐτοῦ εὐθὺς ἐπὶ τοῦτον, δοὺς ἐφόδιον αὐτῷ τριακοσίας δραχμάς. ἀφικόμενος δʼ οὗτος καὶ ἐλθὼν ὡς ἐμὲ πρῶτον μὲν ἠσπάζετο καὶ ἐπῄνει ὅτι παρέσχον τὰ ἐφόδια τῷ ἀδελφῷ αὐτοῦ, καὶ ὠδύρετο τὴν αὑτοῦ συμφοράν, καὶ κατηγορῶν ἅμα τῶν ἑαυτοῦ οἰκείων ἐδεῖτό μου βοηθῆσαι αὑτῷ, ὥσπερ καὶ ἐν τῷ ἔμπροσθεν χρόνῳ ἦν περὶ αὐτὸν ἀληθινὸς φίλος· καὶ κλάων ἅμα, καὶ λέγων ὅτι ἓξ καὶ εἴκοσι μνῶν λελυμένος εἴη, εἰσενεγκεῖν αὑτῷ τι ἐκέλευέ με εἰς τὰ λύτρα. ταῦτα δὲ ἐγὼ ἀκούων καὶ ἐλεήσας τοῦτον, καὶ ἅμα ὁρῶν κακῶς διακείμενον καὶ δεικνύοντα ἕλκη ἐν ταῖς κνήμαις ὑπὸ δεσμῶν, ὧν ἔτι τὰς οὐλὰς ἔχει, καὶ ἐὰν κελεύσητε αὐτὸν δεῖξαι, οὐ μὴ ʼθελήσῃ, ἀπεκρινάμην αὐτῷ ὅτι καὶ ἐν τῷ ἔμπροσθεν χρόνῳ εἴην αὐτῷ φίλος ἀληθινός, καὶ νῦν ἐν τῇ συμφορᾷ βοηθήσοιμι αὐτῷ, καὶ τάς τε τριακοσίας, ἃς τῷ ἀδελφῷ αὐτοῦ ἔδωκα ἐφόδιον ὅτε ἐπορεύετο ἐπὶ τοῦτον, ἀφιείην αὐτῷ, χιλίας τε δραχμὰς ἔρανον αὐτῷ εἰς τὰ λύτρα εἰσοίσοιμι. καὶ τοῦτο οὐ λόγῳ μὲν ὑπεσχόμην, ἔργῳ δὲ οὐκ ἐποίησα, ἀλλʼ ἐπειδὴ οὐκ ηὐπόρουν ἀργυρίου διὰ τὸ διαφόρως ἔχειν τῷ Φορμίωνι καὶ ἀποστερεῖσθαι ὑπʼ αὐτοῦ τὴν οὐσίαν ἥν μοι ὁ πατὴρ κατέλιπεν, κομίσας ὡς Θεοκλέα τὸν τότε τραπεζιτεύοντα ἐκπώματα καὶ στέφανον χρυσοῦν, ἃ παρʼ ἐμοὶ ἐκ τῶν πατρῴων ὄντα ἐτύγχανεν, ἐκέλευσα δοῦναι τούτῳ χιλίας δραχμάς, καὶ τοῦτο ἔδωκα δωρεὰν αὐτῷ τὸ ἀργύριον, καὶ ὁμολογῶ δεδωκέναι. ἡμέραις δὲ οὐ πολλαῖς ὕστερον προσελθών μοι κλάων ἔλεγεν, ὅτι οἱ ξένοι ἀπαιτοῖεν αὑτόν, οἱ δανείσαντες τὰ λύτρα, τὸ λοιπὸν ἀργύριον, καὶ ἐν ταῖς συγγραφαῖς εἴη τριάκονθʼ ἡμερῶν αὐτὸν ἀποδοῦναι ἢ διπλάσιον ὀφείλειν, καὶ ὅτι τὸ χωρίον τὸ ἐν γειτόνων μοι τοῦτο οὐδεὶς ἐθέλοι οὔτε πρίασθαι οὔτε θέσθαι· ὁ γὰρ ἀδελφὸς ὁ Ἀρεθούσιος, οὗ τἀνδράποδʼ ἐστὶ ταῦτα ἃ νῦν ἀπογέγραπται, οὐδένα ἐῴη οὔτε ὠνεῖσθαι οὔτε τίθεσθαι, ὡς ἐνοφειλομένου αὑτῷ ἀργυρίου.