σὺ οὖν μοι, ἔφη, πόρισον τὸ ἐλλεῖπον τοῦ ἀργυρίου, πρὶν τὰς τριάκονθʼ ἡμέρας παρελθεῖν, ἵνα μὴ ὅ τε ἀποδέδωκα, ἔφη, τὰς χιλίας δραχμάς, ἀπόληται, καὶ αὐτὸς ἀγώγιμος γένωμαι. συλλέξας δʼ, ἔφη, τὸν ἔρανον, ἐπειδὰν τοὺς ξένους ἀπαλλάξω, σοὶ ἀποδώσω ὃ ἄν μοι χρήσῃς. οἶσθα δʼ, ἔφη, ὅτι καὶ οἱ νόμοι κελεύουσιν τοῦ λυσαμένου ἐκ τῶν πολεμίων εἶναι τὸν λυθέντα, ἐὰν μὴ ἀποδιδῷ τὰ λύτρα. ἀκούων δὲ αὐτοῦ ταῦτα καὶ δοκῶν οὐ ψεύδεσθαι, ἀπεκρινάμην αὐτῷ ἅπερ ἂν νέος τε ἄνθρωπος καὶ οἰκείως χρώμενος, οὐκ ἂν νομίσας ἀδικηθῆναι, ὅτι ὦ Νικόστρατε, καὶ ἐν τῷ πρὸ τοῦ σοι χρόνῳ φίλος ἦν ἀληθινός, καὶ νῦν ἐν ταῖς συμφοραῖς σου, καθʼ ὅσον ἐγὼ ἐδυνάμην, βεβοήθηκα. ἐπειδὴ δὲ ἐν τῷ παρόντι οὐ δύνασαι πορίσαι ἅπαντα τὰ χρήματα, ἀργύριον μὲν ἐμοὶ οὐ πάρεστιν, οὐδʼ ἔχω οὐδʼ αὐτός, τῶν δὲ κτημάτων σοι τῶν ἐμῶν κίχρημι ὅ τι βούλει, θέντα τοῦ ἐπιλοίπου ἀργυρίου ὅσου ἐνδεῖ σοι, ἐνιαυτὸν ἀτόκῳ χρῆσθαι τῷ ἀργυρίῳ καὶ ἀποδοῦναι τοῖς ξένοις. συλλέξας δὲ ἔρανον, ὥσπερ αὐτὸς φής, λῦσαί μοι. ἀκούσας δʼ οὗτος ταῦτα καὶ ἐπαινέσας με, ἐκέλευσε τὴν ταχίστην πρᾶξαι, πρὶν ἐξήκειν τὰς ἡμέρας ἐν αἷς ἔφη δεῖν τὰ λύτρα καταθεῖναι. τίθημι οὖν τὴν συνοικίαν ἑκκαίδεκα μνῶν Ἀρκέσαντι Παμβωτάδῃ, ὃν αὐτὸς οὗτος προὐξένησεν, ἐπὶ ὀκτὼ ὀβολοῖς τὴν μνᾶν δανείσαντι τοῦ μηνὸς ἑκάστου. λαβὼν δὲ τὸ ἀργύριον οὐχ ὅπως χάριν τινά μοι ἀποδίδωσιν ὧν εὖ ἔπαθεν, ἀλλʼ εὐθέως ἐπεβούλευέ μοι, ἵνα ἀποστερήσειε τὸ ἀργύριον καὶ εἰς ἔχθραν κατασταίη, καὶ ἀπορούμενος ἐγὼ τοῖς πράγμασιν νέος ὢν ὅ τι χρησαίμην καὶ ἄπειρος πραγμάτων, ὅπως μὴ εἰσπράττοιμι αὐτὸν τὸ ἀργύριον οὗ ἡ συνοικία ἐτέθη, ἀλλʼ ἀφείην αὐτῷ. πρῶτον μὲν οὖν ἐπιβουλεύει μοι μετὰ τῶν ἀντιδίκων, καὶ πίστιν αὐτοῖς δίδωσιν· ἔπειτʼ ἀγώνων μοι συνεστηκότων πρὸς αὐτούς, τούς τε λόγους ἐκφέρει μου εἰδώς, καὶ ἐγγράφει τῷ δημοσίῳ ἀπρόσκλητον ἐξ ἐμφανῶν καταστάσεως ἐπιβολὴν ἑξακοσίας καὶ δέκα δραχμάς, διὰ Λυκίδου τοῦ μυλωθροῦ ποιησάμενος τὴν δίκην. κλητῆρα δὲ κατʼ ἐμοῦ τόν τε ἀδελφὸν τὸν αὑτοῦ τὸν Ἀρεθούσιον τοῦτον ἐπιγράφεται, οὗπέρ ἐστιν τὰ ἀνδράποδα ταῦτα, καὶ ἄλλον τινά· καὶ παρεσκευάζοντο, εἰ ἀνακρινοίμην κατὰ τῶν οἰκείων τῶν ἀδικούντων με τὰς δίκας ἃς εἰλήχειν αὐτοῖς, ἐνδεικνύναι με ὡς ὀφείλοντα τῷ δημοσίῳ καὶ ἐμβάλλειν εἰς τὸ δεσμωτήριον. ἔτι δὲ πρὸς τούτοις ὁ Ἀρεθούσιος ἀπρόσκλητόν μου ἑξακοσίων καὶ δέκα δραχμῶν δίκην καταδικασάμενος καὶ ψευδεῖς κλητῆρας ἐπιγραψάμενος, καὶ εἰσελθὼν εἰς τὴν οἰκίαν βίᾳ τὰ σκεύη πάντα ἐξεφόρησεν, πλέον ἢ εἴκοσι μνῶν ἄξια, καὶ οὐδʼ ὁτιοῦν κατέλιπεν. ὅτε δὲ τιμωρεῖσθαι ᾤμην δεῖν, καὶ ἐκτείσας τῷ δημοσίῳ τὸ ὄφλημα, ἐπειδὴ ἐπυθόμην τὴν ἐπιβουλήν, ἐβάδιζον ἐπὶ τὸν κλητῆρα τὸν ὁμολογοῦντα κεκλητευκέναι, τὸν Ἀρεθούσιον, τῆς ψευδοκλητείας κατὰ τὸν νόμον, ἐλθὼν εἰς τὸ χωρίον τῆς νυκτός, ὅσα ἐνῆν φυτὰ ἀκροδρύων γενναῖα ἐμβεβλημένα καὶ τὰς ἀναδενδράδας ἐξέκοψε, καὶ φυτευτήρια ἐλαῶν περιστοίχων κατέκλασεν, οὕτως δεινῶς ὡς οὐδʼ ἂν οἱ πολέμιοι διαθεῖεν.