ἡ δὲ γυνή, ἣν ἐγὼ περὶ πλείστου ποιοῦμαι, ἀσθενῶς διέκειτο πολὺν χρόνον ἐν τῇ ἐμῇ ἀποδημίᾳ· τὰ δὲ παιδία μικρά, ἡ δὲ οὐσία ὑπόχρεως· ἡ δὲ γῆ οὐχ ὅπως τινὰ καρπὸν ἤνεγκεν, ἀλλὰ καὶ τὸ ὕδωρ ἐν ἐκείνῳ τῷ ἐνιαυτῷ, ὡς πάντες ἴστε, ἐκ τῶν φρεάτων ἐπέλιπεν, ὥστε μηδὲ λάχανον γενέσθαι ἐν τῷ κήπῳ· οἱ δὲ δεδανεικότες ἧκον ἐπὶ τοὺς τόκους, ἐπειδὴ ὁ ἐνιαυτὸς ἐξῆλθεν, εἰ μή τις ἀποδοίη αὐτοῖς κατὰ τὰς συγγραφάς. ὧν ἀκούοντά με καὶ παρὰ τῶν ἀφικνουμένων λόγῳ, τὰ δὲ καὶ διʼ ἐπιστολῶν παρὰ τῶν οἰκείων, τίνα με οἴεσθε ψυχὴν ἔχειν ἢ πόσα δάκρυα ἀφιέναι, τὰ μὲν ἐκλογιζόμενον περὶ τῶν παρόντων, τὰ δὲ καὶ ποθοῦντα ἰδεῖν παιδία καὶ γυναῖκα καὶ μητέρα, ἣν ἐγὼ οὐ πολλὰς ἐλπίδας εἶχον ζῶσαν καταλήψεσθαι; ὧν τί ἥδιόν ἐστιν ἀνθρώπῳ, ἢ τοῦ ἕνεκʼ ἄν τις εὔξαιτο τούτων στερηθεὶς ζῆν.