ἐπειδὴ δʼ οὐκέτι χρεία ἦν αὐτῷ τριήρων, ἐμβιβάσας μοι Λυκῖνον τὸν Παλληνέα ἄρχοντα εἰς τὴν ναῦν, καὶ προστάξας αὐτῷ καθʼ ἡμέραν ἀργύριον διδόναι τοῖς ναύταις, ἀποπλεῖν οἴκαδέ με ἐκέλευεν. ἐπειδὴ τοίνυν καταπλέοντες οἴκαδε ἦμεν ἐν Τενέδῳ, καὶ οὔτε ὁ Λυκῖνος, ᾧ προσέταξεν ὁ Τιμόμαχος, ἐδίδου τοῖς ναύταις σιτηρέσιον (οὐ γὰρ ἔφη ἔχειν, ἀλλʼ ἐκ Μυτιλήνης λήψεσθαι), οἵ τε στρατιῶται εἶχον οὐδὲν ὅτου ἂν ἐπεσιτίσαντο, ἄσιτοι δὲ οὐκ ἂν ἐδύναντο ἐλαύνειν, πάλιν παραλαβὼν ἐγὼ μάρτυρας τῶν πολιτῶν, προσελθὼν Πολυκλεῖ τουτῳὶ ἐν Τενέδῳ, ἐκέλευον αὐτὸν τήν τε ναῦν παραλαμβάνειν ὡς διάδοχον ὄντα, καὶ τὸ ἐπιτριηράρχημα ἀποδιδόναι τοῦ χρόνου οὗ ἐπανήλωσα ὑπὲρ τούτου ἐπιτριηραρχῶν, ἵνα μὴ πρόφασις αὐτῷ γένοιτο ἀπολογίας πρὸς ὑμᾶς, ὡς ἐγὼ διὰ τοῦτο οὐκ ἤθελον αὐτῷ παραδοῦναι τὴν ναῦν φιλοτιμούμενος, ἵνα καταπλεύσαιμι οἴκαδε ἐπὶ νεὼς εὖ πλεούσης καὶ ἐνδειξαίμην ὑμῖν τὰ ἀναλώματα.