ἀκούσας δʼ ἐγὼ ταῦτα τοῦ Καλλικλέους προσέρχομαι τῷ Καλλίππῳ, καὶ ἐρωτῶ αὐτὸν ὅποι τε τὸν πλοῦν ποιεῖται καὶ ἐπὶ τίνα. διαχλευάσαντος δʼ αὐτοῦ με καὶ ἀπειλήσαντος ἃ οὐδʼ ἂν ὑμεῖς ἀγνοήσαιτε (τοῦ γὰρ τρόπου τοῦ Καλλίππου οὐκ ἀπείρως ἔχετε), λέγω αὐτῷ ὅτι ἀκούω σε πλεῖν ἐπὶ Καλλίστρατον. ἐγὼ οὖν τῶν φευγόντων οὐδένα ἄξω, οὐδὲ πλεύσομαι ἐπʼ αὐτόν· οἱ γὰρ νόμοι οὐκ ἐῶσιν ὑποδέχεσθαι τῶν φευγόντων οὐδένα, ἢ ἐν τοῖς αὐτοῖς κελεύουσιν ἐνέχεσθαι τὸν ὑποδεχόμενον τοὺς φεύγοντας. ἀποπλεύσομαι οὖν πάλιν ὡς τὸν στρατηγὸν εἰς Θάσον. καὶ ἐπειδὴ ἐνέβησαν οἱ ναῦται, λέγω τῷ κυβερνήτῃ ἀποπλεῖν εἰς τὴν Θάσον. ἀντιλέγοντος δὲ τοῦ Καλλίππου καὶ κελεύοντος πλεῖν εἰς τὴν Μακεδονίαν, οἷ προσέταξεν ὁ στρατηγός, ἀποκρίνεται αὐτῷ Ποσείδιππος ὁ κυβερνήτης ὅτι τριήραρχός τε ἐγὼ τῆς νεὼς εἴην καὶ ὑπεύθυνος, καὶ τὸν μισθὸν παρʼ ἐμοῦ λαμβάνοι· πλεύσοιτο οὖν οἷ ἐγὼ κελεύω, εἰς Θάσον ὡς τὸν στρατηγόν.