<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0014.tlg050.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="47"><p>ἐπεὶ δὲ πλήρης ἦν, ἀναβαίνει Κάλλιππος ὁ Φίλωνος ὁ Αἰξωνεύς, καὶ φράζει πρὸς τὸν κυβερνήτην τὸν ἐπὶ Μακεδονίας πλοῦν πλεῖν. ἐπειδὴ δὲ ἀφικόμεθα εἰς χωρίον τι ἐν τῇ ἀπαντικρὺ ἠπείρῳ, Θασίων ἐμπόριον, καὶ ἐκβάντες ἠριστοποιούμεθα, προσέρχεταί μοι τῶν ναυτῶν Καλλικλῆς Ἐπιτρέφους Θριάσιος, λέγων ὅτι βούλοιτό μοι διαλεχθῆναι ἐμόν τι πρᾶγμα. κελεύσαντος δέ μου, λέγει ὅτι βούλοιτό μοι χάριν ἀποδοῦναι καθʼ ὅ τι δύναται ὧν αὐτῷ ἀπορηθέντι ἔδωκα· </p></div><div type="textpart" subtype="section" n="48"><p><q>σὺ οὖν</q>, ἔφη, <q>τὸν πλοῦν τοῦτον οἶσθα ἐφʼ ὅ τι πλεῖς ἢ ποῖ;</q> ἀποκριναμένου δέ μου ὅτι οὐκ εἰδείην, <q>ἀλλʼ ἐγώ σοι</q>, ἔφη, <q>ἐρῶ· δεῖ γάρ σε ἀκούσαντα ὀρθῶς βουλεύσασθαι. μέλλεις γάρ</q>, ἔφη, <q>ἄγειν ἄνδρα φυγάδα, οὗ Ἀθηναῖοι θάνατον δὶς κατεψηφίσαντο, Καλλίστρατον ἐκ Μεθώνης εἰς Θάσον ὡς Τιμόμαχον τὸν κηδεστήν, ὡς ἐγώ</q>, ἔφη, <q>πέπυσμαι τῶν παίδων τῶν Καλλίππου. σὺ οὖν, ἐὰν σωφρονῇς, οὐδένα τῶν φευγόντων ἐάσεις ἐπὶ τὴν ναῦν ἀναβαίνειν· οὐ γὰρ ἐῶσιν οἱ νόμοι</q>.</p></div></div></body></text></TEI>