ἴσως οὖν, ὦ ἄνδρες δικασταί, ποθεῖτε ἀκοῦσαι, διὰ τί ποτε ὁ στρατηγὸς οὐκ ἠνάγκαζε τοῦτον παραλαμβάνειν τὴν ναῦν, διάδοχον ἥκοντα ἐπʼ αὐτήν, τῶν νόμων οὕτως ἰσχυρῶν ὄντων. περὶ δὴ τούτων βούλομαι ὑμᾶς σαφῶς διδάξαι τὸ αἴτιον. Τιμόμαχος γάρ, ὦ ἄνδρες δικασταί, πρῶτον μὲν ἐβούλετο εὖ κατεσκευασμένῃ τῇ τριήρει πρὸς ἅπαντα χρῆσθαι. ᾔδειν οὖν ὅτι οὗτος μὲν παραλαβὼν αὐτὴν κακῶς ἔμελλε τριηραρχήσειν· οὔτε γὰρ τῷ τριηραρχήματι οὔτε τοῖς ἐπιβάταις καὶ τῇ ὑπηρεσίᾳ χρήσοιτο· οὐδεὶς γὰρ αὐτῷ παραμενεῖ. ἔτι δὲ πρὸς τούτοις, ὁπότε μὴ διδοὺς ἀργύριον προστάττοι πλεῖν, οὐκ ἔμελλεν αὐτῷ ἀνάξεσθαι ὥσπερ ἐγώ, ἀλλὰ πράγματα παρέξειν. πρὸς δὲ τούτῳ δανείζεται παρʼ αὐτοῦ τριάκοντα μνᾶς, ὥστε μὴ ἀναγκάσαι παραλαβεῖν τὴν ναῦν.