<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0014.tlg049.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="66"><p>τὰ μὲν οὖν καθʼ ἕκαστα πόλλʼ ἂν εἴη λέγειν, ὧν ἐπιώρκηκεν οὗτος ῥᾳδίως· οὓς δὲ περιφανέστατα καὶ ὑμεῖς αὐτῷ πάντες σύνιστε ὅρκους ἐπιωρκηκότι, τούτους ἀναμνήσω ὑμᾶς. ἴστε γὰρ τοῦτον ἐν τῷ δήμῳ ὀμόσαντα καὶ ἐπαρασάμενον αὑτῷ ἐξώλειαν, εἰ μὴ γράψοιτο Ἰφικράτην ξενίας, καὶ καθιερώσαντα τὴν οὐσίαν τὴν ἑαυτοῦ. ὀμόσας δὲ ταῦτα καὶ ὑποσχόμενος ἐν τῷ δήμῳ, οὐ πολλῷ χρόνῳ ὕστερον ἕνεκα τοῦ συμφέροντος αὑτῷ ἔδωκεν τῷ υἱεῖ τῷ ἐκείνου τὴν θυγατέρα.</p></div></div></body></text></TEI>