<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0014.tlg049.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="62"><p rend="indent">περὶ δὲ τῶν φιαλῶν, ἃς ᾐτήσατο μὲν ἐν τῷ μαιμακτηριῶνι μηνὶ ὁ Αἰσχρίων ὁ ἀκόλουθος <add>ὁ</add> τούτου ἐπʼ Ἀστείου ἄρχοντος, ἐπιδημοῦντος τούτου, ὅτε ὑπεδέξατο Ἀλκέτην καὶ Ἰάσονα, γεγραμμένου δὲ τὴν τιμὴν ὀφείλοντος τούτου ἐπὶ Ἀλκισθένους ἄρχοντος, τέως μὲν ᾤετο αὐτὸν ἀποίσειν τὰς φιάλας, ἃς ᾐτήσατο, ὁ πατήρ· ἐπειδὴ δὲ οὗτος μὲν ἀπῆλθε, τὰς δὲ φιάλας οὐκ ἀπενηνόχει, οὐδʼ ἦσαν αἱ φιάλαι τοῦ Τιμοσθένους κείμεναι παρὰ τῷ Φορμίωνι, ἥκων δʼ ἀπῄτει τὰς φιάλας ὁ θέμενος, ἀπέτεισε τιμὴν τῶν φιαλῶν τῷ Τιμοσθένει, ἐγράψατο δὲ ὁ πατὴρ αὑτῷ τοῦτον ὀφείλοντα πρὸς τὸ ἄλλο χρέως.</p></div></div></body></text></TEI>