ὅτε μὲν γὰρ συνέστησεν, οὐδέπω τὰ ξύλα ἧκεν, ἀλλʼ ἔμελλεν ἐπʼ αὐτὰ ὁ Φιλώνδας τὴν πορείαν ποιεῖσθαι· ὅτε δὲ ἦλθεν τὰ ξύλα ἄγων, οὗτος μὲν ἀπεδήμει, ὁ δὲ Φιλώνδας ἔλαβεν τὸ ναῦλον τῶν ξύλων καθάπερ οὗτος ἐκέλευσε, καὶ ἀνεκομίσθη εἰς τὴν οἰκίαν τὴν ἐν Πειραιεῖ τὴν τούτου τὰ ξύλα. ὅτι δὲ οὐκ εὐπορῶν οὗτος ἐξέπλει ἐνθένδε, ἴστε μὲν καὶ αὐτοὶ ὅσοις αὐτοῦ ἡ οὐσία ὡρισμένη ἦν, οὓς νῦν ἀποστερεῖ· ἵνα δὲ εἰδῆτε ὅτι καὶ ἄνευ ἐνεχύρων ὤφειλέ τισι τῶν πολιτῶν, οὐκ ἔχων ὑποθεῖναι τὰ ἄξια, ἀνάγνωθί μοι τὴν μαρτυρίαν. ΜΑΡΤΥΡΙΑ.