ὡς δʼ οὐκ ἀληθῆ λέγει, μέγα ὑμῖν ἐρῶ τεκμήριον. πρῶτον μὲν γὰρ ἐν Καλαυρείᾳ οὗτος φαίνεται δανεισάμενος τὰς χιλίας δραχμὰς καὶ οὐχ ὁ Βοιώτιος ναύαρχος, ἔπειτα ἀπαιτῶν ὁ Φίλιππος ἐνθάδε τοῦτον τὰς χιλίας δραχμὰς καὶ οὐ τὸν Βοιώτιον ναύαρχον, καὶ ἀποδοὺς οὗτος, ἀλλʼ οὐχ ὁ Βοιώτιος ναύαρχος· προσῆκεν γὰρ τῷ μὲν Βοιωτίῳ ἄρχοντι παρὰ τούτου τὴν τροφὴν τοῖς ἐν ταῖς ναυσὶν λαμβάνειν· ἐκ γὰρ τῶν κοινῶν συντάξεων ἡ μισθοφορία ἦν τῷ στρατεύματι· τὰ δὲ χρήματα σὺ ἅπαντα ἐξέλεξας ἐκ τῶν συμμάχων, καὶ σὲ ἔδει αὐτῶν λόγον ἀποδοῦναι.